DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
35

Θρᾳκίων δὲ δείπνων μνημονεύει Ξενοφῶν ἐν ζʹ Ἀναβάσεως τὸ παρὰ Σεύθῃ διαγράφων συμπόσιον ἐν τούτοις· ἐπειδὴ δὲ εἰσῆλθον ἐπὶ τὸ δεῖπνον πάντες (τὸ δὲ δεῖπνον ἦν καθημένοις κύκλῳ), ἔπειτα δὲ τρίποδες εἰσηνέχθησαν πᾶσιν. οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων καὶ ἄρτοι ζύμητες μεγάλοι προσπεπερονημένοι ἦσαν πρὸς τοῖς κρέασι. μάλιστα δʼ αἱ τράπεζαι κατὰ τοὺς ξένους αἰεὶ ἐτίθεντο· νόμος γὰρ ἦν. καὶ πρῶτος τοῦτʼ ἐποίει Σεύθης· ἀνελόμενος τοὺς παρʼ αὑτῷ κειμένους ἄρτους διέκλα κατὰ μικρὰ καὶ διερρίπτει οἷς αὐτῷ ἐδόκει καὶ τὰ κρέα ὡσαύτως, ὅσον μόνον γεύσασθαι ἑαυτῷ καταλιπών. καὶ οἱ ἄλλοι δὲ κατὰ τὰ αὐτὰ ἐποίουν, καθʼ οὓς καὶ αἱ τράπεζαι ἔκειντο. Ἀρκὰς δέ τις Ἀρύστας ὄνομα, φαγεῖν δεινός, τὸ μὲν διαρριπτεῖν εἴα χαίρειν, λαβὼν δʼ εἰς τὴν χεῖρα ὅσον τριχοίνικον ἄρτον καὶ κρέα θέμενος ἐπὶ τὰ γόνατα ἐδείπνει. κέρατα δὲ οἴνου περιέφερον καὶ πάντες ἐδέχοντο. δὲ Ἀρύστας ἐπεὶ παρʼ αὐτὸν φέρων τὸ κέρας οἰνοχόος ἦν, εἶπεν ἰδὼν τὸν Ξενοφῶντα οὐκ ἔτι δειπνοῦντα· ἐκείνῳ, ἔφη, δός· σχολάζει γὰρ ἤδη, ἐγὼ δʼ οὔπω. ἐνταῦθα μὲν δὴ γέλως ἐγένετο. ἐπεὶ δὲ προὐχώρει πότος, εἰσῆλθεν ἀνὴρ Θρᾷξ ἵππον ἔχων λευκὸν καὶ λαβὼν κέρας μεστὸν προπίνω σοι, Σεύθη, ἔφη, καὶ τὸν ἵππον δωροῦμαι, ἐφʼ οὗ καὶ διώκων ὃν ἂν θέλῃς αἱρήσεις καὶ ἀποχωρῶν οὐ μὴ δείσῃς τὸν πολέμιον. ἄλλος παῖδα εἰσαγαγὼν οὕτως ἐδωρήσατο προπίνων καὶ ἄλλος ἱμάτια τῇ γυναικί, καὶ Τιμασίων προπίνων φιάλην τε ἀργυρᾶν καὶ κοπίδα ἀξίαν δέκα μνῶν. Γνήσιππος δέ τις Ἀθηναῖος ἀναστὰς εἶπεν ὅτι ἀρχαῖος εἴη νόμος κάλλιστος τοὺς μὲν ἔχοντας διδόναι τῷ βασιλεῖ τιμῆς ἕνεκα, τοῖς δὲ μὴ ἔχουσι διδόναι τὸν βασιλέα. Ξενοφῶν δὲ ἀνέστη θαρσαλέως καὶ δεξάμενος τὸ κέρας εἶπεν· ἐγώ σοι, Σεύθη, δίδωμι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς τούτους ἑταίρους φίλους εἶναι πιστοὺς καὶ οὐδένα ἄκοντα. καὶ νῦν πάρεισιν οὐδέν σε προσαιτοῦντες, ἀλλὰ καὶ πονεῖν ὑπὲρ σοῦ καὶ προκινδυνεύειν βουλόμενοι. καὶ Σεύθης ἀναστὰς συνέπιε καὶ συγκατεσκεδάσατο μετʼ αὐτοῦ τὸ κέρας. μετὰ δὲ ταῦτα εἰσῆλθον κέρασί τε οἵοις σημαίνουσιν αὐλοῦντες καὶ σάλπιγξιν ὠμοβοείαις ῥυθμούς τε καὶ οἱονεὶ μάγαδιν σαλπίζοντες.
Kaibel Index Scriptorum
XENOPHO

PHYLARCHVS
POSIDONIVS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum
Xenophon

Posidonius

Alignment

 

Digital Athenaeus Project     Creative Commons License