DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 4

Paragraph
20

τὴν δὲ τῆς διαίτης τῆς τοιαύτης σκληρότητα ὕστερον καταλύσαντες οἱ Λάκωνες ἐξώκειλαν εἰς τρυφήν. Φύλαρχος γοῦν ἐν τῇ εʹ καὶ κʹ τῶν ἱστοριῶν τάδε γράφει περὶ αὐτῶν· Λακεδαιμόνιοι εἰς μὲν τὰ φιδίτια οὐκ ἤρχοντο κατὰ τὸ πάτριον ἔθος· ὅτε δὲ καὶ παραγένοιντο, μικρὰ συμπεριενεχθεῖσι νόμου χάριν παρεσκευάζετο καὶ πάλιν αὐτοῖς στρωμναί τε τοῖς μεγέθεσιν οὕτως ἐξησκημέναι πολυτελῶς καὶ τῇ ποικιλίᾳ διαφόρως ὥστε τῶν ξένων ἐνίους τῶν παραληφθέντων ὀκνεῖν τὸν ἀγκῶνα ἐπὶ τὰ προσκεφάλαια ἐρείδειν. οἱ δὲ πρότερον ἐπὶ τοῦ κλιντηρίου ψιλοῦ διακαρτεροῦντες τῆς κλίνης παρʼ ὅλην τὴν συνουσίαν, ὅτε τὸν ἀγκῶνα ἅπαξ ἐρείσειαν .... εἰς δὲ τὴν προειρημένην τρυφὴν ἦλθον ποτηρίων τʼ ἐκθέσεις πολλῶν καὶ βρωμάτων παντοδαπῶς πεποιημένων παραθέσεις, ἔτι δὲ μύρων ἐξηλλαγμένων, ὡς δʼ αὕτως οἴνων καὶ τραγημάτων. καὶ τούτων ἦρξαν οἱ μικρὸν πρὸ Κλεομένους βασιλεύσαντες Ἄρευς καὶ Ἀκρότατος αὐλικὴν ἐξουσίαν ζηλώσαντες· οὓς τοσοῦτον αὖθις ὑπερῆράν τινες τῶν ἰδιωτῶν τῶν ἐν Σπάρτῃ γενομένων κατʼ ἐκεῖνον τὸν χρόνον τῇ πολυτελείᾳ τῇ καθʼ αὑτούς, ὥστε δοκεῖν τὸν Ἄρεα καὶ τὸν Ἀκρότατον εὐτελείᾳ πάντας ὑπερβεβληκέναι τοὺς ἀφελεστάτους τῶν πρότερον.
Kaibel Index Scriptorum
PHYLARCHVS

DEMETRIVS
Kaibel Dialogi Personae
PLVTARCHVS

Meineke Index Scriptorum

Alignment

 

Digital Athenaeus Project     Creative Commons License