ὅτι δὲ καὶ τὸν οἶνον ἔψυχον ὑπὲρ τοῦ ψυχρότερον αὐτὸν πίνειν Στράττις φησὶν ἐν Ψυχασταῖς· οἶνον γὰρ πιεῖν οὐδʼ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον. καὶ ὁ Λύσιππος ἐν Βάκχαις· Ἕρμων, τί ἔστι; πῶς ἔχομεν; Β. τί δʼ ἄλλο γʼ ἢ ὁ πατὴρ ἄνωθεν ἐς τὸ φρέαρ, ἐμοὶ δοκεῖν, ὥσπερ τὸν οἶνον τοῦ θέρους καθεῖκέ με. Δίφιλος δʼ ἐν Μνηματίῳ φησίν· ψῦξον τὸν οἶνον, Δῶρι. Πρωταγορίδης δʼ ἐν βʹ τῶν κωμικῶν ἱστοριῶν τὸν Ἀντιόχου τοῦ βασιλέως κατὰ τὸν ποταμὸν διηγούμενος πλοῦν λέγει τι καὶ περὶ ἐπιτεχνήσεως ψυχρῶν ὑδάτων ἐν τούτοις· τὴν γὰρ ἡμέραν ἡλιάζοντες αὐτό, τῆς νυκτὸς ἀπηθοῦντες τὸ παχύτατον τὸ λοιπὸν ἐξαιθριάζουσιν ἐν ὑδρίαις κεραμέαις ἐπὶ τῶν μετεωροτάτων μερῶν τῆς οἰκήσεως, διʼ ὅλης τε τῆς νυκτὸς δύο παῖδες ὕδατι τὰ τεύχη καταρραίνουσιν. ὄρθρου δὲ καθαιροῦντες καὶ τὴν ὑποστάθμην πάλιν ὑποσπῶντες λεπτόν τε ποιοῦντες αὐτὸ καὶ πρὸς ὑγίειαν οἷον ἄριστον ἐν ἀχύροις τιθέασιν τὰς ὑδρίας, εἶθʼ οὕτως χρῶνται χιόνος οὐδʼ ἡντινοῦν χρείαν ἔχοντες. λακκαίου δὲ ὕδατος μνημονεύει Ἀναξίλας ἐν Αὐλητῇ οὕτως· ὕδατός τε λακκαίου παρʼ ἐμοῦ τουτί γέ σοι νόμιζʼ ὑπάρχειν. καὶ πάλιν· ἴσως τὸ λακκαῖόν γʼ ὕδωρ ἀπόλωλʼ ἐμόν. Ἀπολλόδωρος δʼ ὁ Γελῷος καὶ τοῦ λάκκου αὐτοῦ, ὥσπερ ἡμεῖς λέγομεν, μνημονεύει ἐν Ἀπολιπούσῃ οὕτως· ἀγωνιῶσα τόν τε τοῦ λάκκου κάδον λύσασα καὶ τὸν τοῦ φρέατος εὐτρεπεῖς τὰς ἱμονιὰς πεποίηκας.
|