DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
42

τῶν δὲ λεπάδων, φησὶν Δίφιλος, τινὲς μέν εἰσι μικραί, τινὲς δὲ καὶ ὀστρέοις ἐοικυῖαι. εἰσὶ δὲ σκληραὶ καὶ ὀλιγόχυλοι καὶ οὐκ ἄγαν δριμεῖαι, εὔστομοι δὲ καὶ εὐκατέργαστοι, ἑφθαὶ δὲ ποσῶς εὔστομοι. αἱ δὲ πίνναι οὐρητικαί, τρόφιμοι, δύσπεπτοι, δυσανάδοτοι. ἐοίκασι δʼ αὐταῖς καὶ οἱ κήρυκες· ὧν οἱ μὲν τράχηλοι εὐστόμαχοι, δυσκατέργαστοι δέ· διὸ τοῖς ἀσθενοῦσι τὸν στόμαχον οἰκεῖοι· δυσέκκριτοί τε καὶ μέσως τρόφιμοι. τούτων δὲ αἱ μήκωνες λεγόμεναι πρὸς τοῖς πυθμέσιν ἁπαλαί, εὔφθαρτοι. διὸ τοῖς τὴν γαστέρα ἀσθενοῦσιν οἰκεῖαι. αἱ δὲ πορφύραι μεταξὺ πίννης εἰσὶ καὶ τοῦ κήρυκος· ὧν οἱ μὲν τράχηλοι πολύχυλοι, εὔστομοι, τὸ δὲ λοιπὸν αὐτῶν ἁλυκὸν καὶ γλυκὺ καὶ εὐανάδοτον εἰς ἐπίκρασίν τʼ ἐπιτήδειον. τὰ δὲ ὄστρεα γεννᾶται μὲν καὶ ἐν ποταμοῖς καὶ ἐν λίμναις καὶ ἐν θαλάσσῃ. κράτιστα δὲ τὰ θαλάττια, ὅταν λίμνη ποταμὸς παρακέηται. γίνεται γὰρ εὔχυλα καὶ μείζονα καὶ γλυκύτερα. τὰ δὲ πρὸς ᾐόσι καὶ πέτραις ἰλύος καὶ γλυκέος ὕδατος ἀμιγῆ μικρά, σκληρά, δηκτικά. τὰ δὲ ἐαρινὰ ὄστρεα καὶ τὰ κατὰ τὴν τοῦ θέρους ἀρχὴν κρείσσονα, πλήρη, θαλασσίζοντα μετὰ γλυκύτητος, εὐστόμαχα, εὐέκκριτα. τὰ δὲ συνεψόμενα μαλάχῃ λαπάθῳ ἰχθύσιν καθʼ αὑτὰ τρόφιμα καὶ εὐκοίλια.
Kaibel Index Scriptorum
DIPHILVS

IO
MNESITHEVS
Kaibel Dialogi Personae
Meineke Index Scriptorum
Diphilus
Mnesitheus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License