DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
2

Θεόφραστος δʼ ἐν τῷ περὶ φυτῶν οὕτω γράφει· κύαμος ἐν Αἰγύπτῳ φύεται μὲν ἐν ἕλεσι καὶ λίμναις. καυλὸς δʼ αὐτοῦ μῆκος μὲν μακρότατος εἰς δʹ πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος καλάμῳ μαλακῷ ἀγονάτῳ· διαφύσεις δʼ ἔνδοθεν ἔχει διʼ ὅλου διειλημμένας ὁμοίας τοῖς κηρίοις. ἐπὶ τούτῳ δʼ κωδύα καὶ τὸ ἄνθος διπλάσιον μήκωνος· χρῶμα δʼ ὅμοιον ῥόδῳ κατακορές. παραφύεται δὲ φύλλα μεγάλα· δὲ ῥίζα παχυτέρα καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίας ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δʼ αὐτὴν καὶ ἑφθὴν καὶ ὠμὴν καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἕλη τούτῳ σίτῳ χρῶνται. γίνεται δὲ καὶ ἐν Συρίᾳ καὶ κατὰ Κιλικίαν, ἀλλʼ οὐκ ἐκπέττουσιν αἱ χῶραι· καὶ περὶ Τορώνην τῆς Χαλκιδικῆς ἐν λίμνῃ τινὶ μετρίᾳ τῷ μεγέθει, καὶ αὕτη πέττεται καὶ τελεοκαρπεῖ. Δίφιλος δὲ Σίφνιός φησιν· τοῦ κυάμου τοῦ Αἰγυπτίου ῥίζα, ἥτις λέγεται κολοκάσιον, εὔστομός τέ ἐστι καὶ τρόφιμος, δυσέκκριτος δὲ διὰ τὸ παραστύφειν· κρεῖττον δʼ ἐστὶ τὸ ἥκιστα ἐριῶδες. οἱ δὲ γινόμενοι, φησί, κύαμοι ἐκ τῶν κιβωρίων χλωροὶ μέν εἰσι δύσπεπτοι, ὀλιγότροφοι, διαχωρητικοί, πνευματικώτατοι, ξηρανθέντες δὲ ἧττον πνευματοῦσι. γίνεται δὲ ὄντως ἐκ τῶν κιβωρίων καὶ ἄνθος στεφανωτικόν. καλοῦσι δʼ Αἰγύπτιοι μὲν αὐτὸ λωτόν, Ναυκρατῖται δὲ οἱ ἐμοί, λέγει οὗτος Ἀθήναιος, μελίλωτον· ἀφʼ οὗ καὶ μελιλώτινοι στέφανοι πάνυ εὐώδεις καὶ καύσωνος ὥρᾳ ψυκτικώτατοι.
Kaibel Index Scriptorum
DIPHILVS
THEOPHRASTVS

PHYLARCHVS
Kaibel Dialogi Personae
ATHENAEVS

Meineke Index Scriptorum
Diphilus
Theophrastus

Phylarchus

Alignment

 

Digital Athenaeus Project     Creative Commons License