λέγει δὲ καὶ τὴν συκῆν ἐὰν ἐν σκίλλῃ φυτευθῇ θᾶττον παραγίνεσθαι καὶ ὑπὸ σκωλήκων μὴ διαφθείρεσθαι· καὶ πάντα δὲ τὰ ἐν σκίλλῃ φυτευθέντα καὶ θᾶττον αὐξάνεσθαι καὶ εὐβλαστῆ γίγνεσθαι. πάλιν δὲ ὁ Θεόφραστος ἐν τῷ βʹ τῶν αἰτίων ἡ Ἰνδική, φησί, συκῆ καλουμένη θαυμαστὴ οὖσα τῷ μεγέθει μικρὸν ἔχει τὸν καρπὸν καὶ ὀλίγον, ὡς ἂν εἰς τὴν βλάστησιν ἐξαναλίσκουσα ἅπασαν τὴν τροφήν. ἐν δὲ τῷ δευτέρῳ τῆς φυτικῆς ἱστορίας ὁ φιλόσοφός φησιν· ἔστι καὶ ἄλλο γένος συκῆς ἔν τε τῇ Ἑλλάδι καὶ περὶ Κιλικίαν καὶ Κύπρον ὀλονθοφόρον, ὃ τὸ μὲν σῦκον ἔμπροσθε φέρει τοῦ θρίου, τὸν δὲ ὄλονθον ἐξόπισθεν. αἳ δὲ ὅλως ἐκ τοῦ ἔνου βλαστοῦ καὶ οὐκ ἐκ τοῦ νέου. πρῶτον δὲ τοῦτο τῶν σύκων πέπονά τε καὶ γλυκὺν ἔχει καὶ οὐχ ὥσπερ τὸν παρʼ ἡμῖν. γίνεται δὲ καὶ μείζων οὗτος πολὺ τῶν σύκων· ἡ δʼ ὥρα μετὰ τὴν βλάστησιν οὐ πολύ. οἶδα δὲ καὶ ἄλλα σύκων ὀνόματα λεγόμενα· βασίλεια, συκοβασίλεια, κιρροκοιλάδια καὶ ὑλάδια, σαρκελάφεια, καπύρια, πικρίδια, δρακόντια, λευκόφαια, μελανόφαια, κρήνεια, μυλαικά, ἀσκαλώνια.
Meineke Index ScriptorumDorion |