δραματουργεῖ δὲ τὸν διάλογον ὁ Ἀθήναιος ζήλῳ Πλατωνικῷ· οὕτως γοῦν ἄρχεται· αὐτός, ὦ Ἀθήναιε, μετειληφὼς τῆς καλῆς ἐκείνης συνουσίας τῶν νῦν ἐπικληθέντων δειπνοσοφιστῶν, ἥτις ἀνὰ τὴν πόλιν πολυθρύλητος ἐγένετο, ἢ παρʼ ἄλλου μαθὼν τοῖς ἑταίροις διεξῄεις; αὐτός, ὦ Τιμόκρατες, μετασχών. ἆρʼ οὖν ἐθελήσεις καὶ ἡμῖν τῶν καλῶν ἐπικυλικίων λόγων μεταδοῦναι — τρὶς δʼ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον, ὥς πού φησιν ὁ Κυρηναῖος ποιητής — ἢ παρʼ ἄλλου τινὸς ἡμᾶς ἀναπυνθάνεσθαι δεῖ;
|