DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

diacritics sensitive exact match

Search results for Μενάνδρου [Menandrou]

Morpheus lemmata for Μενάνδρου: Μένανδρος [Menandros] - μένανδρος [menandros]
Suda entries for Μένανδρος: Μένανδρος [mu 589] - Μένανδρος [mu 590] - Μένανδρος [mu 591] - μένανδρος [mu 589] - μένανδρος [mu 590] - μένανδρος [mu 591]
LSJ Lexicon in the CITE Architecture - entry for Μενάνδρου: μένανδρος [menandros] - μένανδρος [menandros]

Book 4 [1]     Book 6 [2]     Book 9 [1]     Book 11 [1]     Book 13 [1]    

Book 4

Paragraph
60

καὶ Κτήσιππος δ ̓ Χαβρίου υἱὸς εἰς τοσοῦτον ἦλθεν ἀσωτίας ὡς καὶ τοῦ μνήματος τοῦ πατρός, εἰς Ἀθηναῖοι χιλίας ἀνάλωσαν δραχμάς, τοὺς λίθους πωλῆσαι εἰς τὰς ἡδυπαθείας. Δίφιλος γοῦν ἐν τοῖς Ἐναγίζουσί φησι· εἰ μὴ συνήθης Φαιδίμῳ γ ̓ ἐτύγχανεν Χαβρίου Κτήσιππος, εἰσηγησάμην νόμον ἄν τιν ̓ οὐκ ἄχρηστον, ὡς ἐμοὶ δοκεῖ, ὥστ ̓ ἐπιτελεσθῆναί ποτ ̓ αὐτῷ τοῦ πατρὸς τὸ μνῆμα, κατ ̓ ἐνιαυτὸν ἕνα ... λίθον ἁμαξιαῖον. καὶ σφόδρ ̓ εὐτελὲς λέγω. Τιμοκλῆς δ ̓ ἐν Δημοσατύροις φησίν· οὐδ ̓ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται, ἐν ταῖς γυναιξὶ λαμπρός, οὐκ ἐν ἀνδράσιν. καὶ Μένανδρος δ ̓ ἐν Ὀργῇ περὶ αὐτοῦ τάδε λέγει· καίτοι νέος ποτ ̓ ἐγενόμην κἀγώ, γύναι· ἀλλ ̓ οὐκ ἐλούμην πεντάκις τῆς ἡμέρας τότ ̓, ἀλλὰ νῦν· οὐδὲ χλανίδ ̓ εἶχον, ἀλλὰ νῦν· οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν· καὶ βάψομαι καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι Κτήσιππος, οὐκ ἄνθρωπος, ἐν ὀλίγῳ χρόνῳ, κᾆθ ̓ ὡς ἐκεῖνος κατέδομαι καὶ τοὺς λίθους ἁπαξάπαντας, οὐ γὰρ οὖν τὴν γῆν μόνην. τάχ ̓ οὖν διὰ τὴν πολλὴν ταύτην ἀσωτίαν καὶ κιναιδίαν τοὔνομα αὐτοῦ παρέλιπε Δημοσθένης ἐν τῷ περὶ ἀτελειῶν χρὴ δὲ τοὺς τὰ πατρῷα κατεδηδοκότας κατὰ τὸν Μενάνδρου Ναύκληρον οὕτως κολάζεσθαι. φησὶν γάρ· φιλτάτη Γῆ μῆτερ, ὡς σεμνὸν σφόδρ ̓ εἶ τοῖς νοῦν ἔχουσι κτῆμα πολλοῦ τ ̓ ἄξιον. ὡς δῆτ ̓ ἐχρῆν εἴ τις πατρῴαν παραλαβὼν γῆν καταφάγοι, πλεῖν τοῦτον ἤδη διὰ τέλους καὶ μηδ ̓ ἐπιβαίνειν γῆς, ἵν ̓ οὕτως ᾔσθετο οἷον παραλαβὼν ἀγαθὸν οὐκ ἐφείσατο.

Book 6

Paragraph
40

Φιλόξενος δ ̓ Πτερνοκοπὶς ἐμπεσόντος λόγου ὅτι αἱ κίχλαι τίμιαί εἰσι καὶ τοῦ Κορύδου παρόντος, ὃς ἐδόκει πεπορνεῦσθαι, ἀλλ ̓ ἐγώ, ἔφη, μνημονεύω ὅτε κόρυδος ὀβολοῦ ἦν. ἦν δὲ καὶ Φιλόξενος τῶν παρασίτων, ὡς Ἀξιόνικος εἴρηκεν ἐν τῷ Χαλκιδικῷ· πρόκειται δὲ τὸ μαρτύριον μνημονεύει δ ̓ αὐτοῦ καὶ Μένανδρος ἐν Κεκρυφάλῳ αὐτὸ μόνον Πτερνοκοπίδα αὐτὸν καλῶν. μνημονεύει δ ̓ αὐτοῦ καὶ Μάχων κωμῳδιοποιὸς Κορίνθιος μὲν Σικυώνιος γενόμενος, ἐν Ἀλεξανδρείᾳ δὲ τῇ ἐμῇ καταβιοὺς καὶ διδάσκαλος γενόμενος τῶν κατὰ κωμῳδίαν μερῶν Ἀριστοφάνους τοῦ γραμματικοῦ· ὃς καὶ ἀπέθανεν ἐν τῇ Ἀλεξανδρείᾳ, καὶ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι· τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις. οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλ ̓ ἄρα τέχνης ἄξιον ἀρχαίης λείψανον ἀμφίεσαι. τοῦτο δ ̓ πρέσβυς ἐρεῖ· Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ ἔστιν ὅτ ̓ ἐν Μούσαις δριμὺ πέφυκε φυτόν. ἐν τούτοις δηλοῖ σαφῶς ὅτι Ἀλεξανδρεὺς ἦν γένος. δ ̓ οὖν Μάχων τοῦ Κορύδου μνημονεύει ἐν τούτοις· τὸν Κόρυδον ἠρώτησεν Εὐκράτη ποτὲ τῶν συμπαρόντων πῶς κέχρητ ̓ αὐτῷ ποτε Πτολεμαῖος. οὐκ οἶδ ̓, εἶπεν, οὐδέπω σαφῶς· πεπότικε μὲν γὰρ ὥσπερ ἰατρός μ ̓, ἔφη, δεῖ· φαγεῖν δὲ σιτί ̓ οὐ δέδωκέ πω. Λυγκεὺς δὲ ἐν δευτέρῳ περὶ Μενάνδρου ἐπὶ γελοίοις, φησί, δόξαν εἰληφότες Εὐκλείδης Σμικρίνου καὶ Φιλόξενος Πτερνοκοπίς· ὧν μὲν Εὐκλείδης ἀποφθεγγόμενος οὐκ ἀνάξια βιβλίου καὶ μνήμης ἐν τοῖς ἄλλοις ἦν ἀηδὴς καὶ ψυχρός, δὲ Φιλόξενος οὐδὲν ἐπὶ κεφαλαίου περιττὸν λέγων ὅτε λαλήσειεν, εἰ πικρανθείη πρός τινα τῶν συζώντων καὶ διηγήσαιτο, πᾶν ἐπαφροδισίας καὶ χάριτος ἦν μεστόν. καίτοι γε συνέβη τὸν μὲν Εὐκλείδην κατὰ τὸν βίον ...., τὸν δὲ Φιλόξενον ὑπὸ πάντων φιλεῖσθαι καὶ τιμᾶσθαι.
Paragraph
45

Ἄλεξις δ ̓ ἐν Πυραύνῳ Στράτιον τὸν παράσιτον εἰσάγει δυσχεραίνοντα τῷ τρέφοντι καὶ λέγοντα τάδε· ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ, τοῖς Βορεάδαις τι θᾶττον ὅτι τούτων τρέχει, Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ. πέτεται γάρ, οὐχ οἷον βαδίζει τὰς ὁδούς. καὶ μετ ̓ ὀλίγα· Στράτιε, φιλεῖς δήπου με. ΣΤΡ. μᾶλλον τοῦ πατρός· μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις. Α. εὔχῃ τ ̓ ἀεί με ζῆν; ΣΤΡ. ἅπασι τοῖς θεοῖς· ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι; Ἀξιόνικος δ ̓ κωμικὸς ἐν τῷ Τυρρηνῷ Γρυλλίωνος τοῦ παρασίτου ἐν τούτοις μνημονεύει· οἶνος οὐκ ἔνεστιν αὐτοῖς πρὸς ἑταίρους πρόφασιν ἐπὶ κῶμον τινάς, ὅπερ ποιεῖν εἴωθε Γρυλλίων ἀεί. Ἀριστόδημος δ ̓ ἐν βʹ γελοίων ἀπομνημονευμάτων παρασίτους ἀναγράφει Ἀντιόχου μὲν τοῦ βασιλέως Σώστρατον, Δημητρίου δὲ τοῦ πολιορκητοῦ Εὐαγόραν τὸν κυρτόν, Σελεύκου δὲ Φορμίωνα. Λυγκεὺς δ ̓ Σάμιος ἐν τοῖς ἀποφθέγμασι Σιλανός, φησίν, Ἀθηναῖος Γρυλλίωνος παρασιτοῦντος Μενάνδρῳ τῷ σατράπῃ, παρ ̓ εὐπαρύφου δὲ καὶ μετὰ θεραπείας περιπατοῦντος ἐρωτηθεὶς τίς ἐστιν οὗτος Μενάνδρου, ἔφησεν, ἀξία γνάθος. Χαιρεφῶν δέ, φησίν, παράσιτος εἰς γάμον ἄκλητος εἰσελθὼν καὶ κατακλιθεὶς ἔσχατος καὶ τῶν γυναικονόμων ἀριθμούντων τοὺς κεκλημένους καὶ κελευόντων αὐτὸν ἀποτρέχειν ὡς παρὰ τὸν νόμον ἐπὶ τοῖς τριάκοντα ἐπόντος, ἀριθμεῖτε δή, ἔφη, πάλιν ἀπ ̓ ἐμοῦ ἀρξάμενοι.

Book 9

Paragraph
31

καὶ μαγείρων μὲν ἅλις, ἄνδρες δαιταλεῖς, μὴ καί τις αὐτῶν τὰ ἐκ Δυσκόλου Μενάνδρου βρενθυόμενος λαρυγγίσῃ τάδε· οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν· ἱεροπρεπής πώς ἐστιν ἡμῶν τέχνη. ἐγὼ δ ̓ ὑμῖν, κατὰ τὸν ἥδιστον Δίφιλον, παρατίθημ ̓ ὁλοσχερῆ ἄρν ̓ ἐς μέσον σύμπτυκτον, ὠνθυλευμένον, χοιρίδια περιφόρινα κρομβώσας ὅλα, δούρειον ἐπάγω χῆνα τῷ φυσήματι.

Book 11

Paragraph
111

τοσαῦτα εἰπὼν Πλούταρχος καὶ ὑπὸ πάντων κροταλισθεὶς ᾔτησε φιάλην, ἀφ ̓ ἧς σπείσας ταῖς Μούσαις καὶ τῇ τούτων Μνημοσύνῃ μητρὶ προὔπιε πᾶσι φιλοτησίαν. ἐπειπὼν δέ· φιάλαν ὡς εἴ τις ἀφνεᾶς ἀπὸ χειρὸς ἑλὼν ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ δωρήσεται, οὐ μόνον νεανίᾳ γαμβρῷ προπίνων, ἀλλὰ καὶ πᾶσι τοῖς φιλτάτοις ἔδωκε τῷ παιδὶ περισοβεῖν ἐν κύκλῳ κελεύσας, τὸ κύκλῳ πίνειν τοῦτ ̓ εἶναι λέγων, παρατιθέμενος Μενάνδρου ἐκ Περινθίας· οὐδεμίαν γραῦς ὅλως κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ. καὶ πάλιν ἐκ Θεοφορουμένης· καὶ ταχὺ πάλι τὸ πρῶτον περισόβει ποτήριον αὐτοῖς ἀκράτου. καὶ Εὐριπίδης δ ̓ ἐν Κρήσσαις· τὰ δ ̓ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ. αἰτοῦντος δὲ τοῦ γραμματικοῦ Λεωνίδου μεῖζον ποτήριον καὶ εἰπόντος κρατηρίζωμεν, ἄνδρες φίλοι ... οὕτως δὲ τοὺς πότους Λυσανίας φησὶν Κυρηναῖος Ἡρόδωρον εἰρηκέναι ἐν τούτοις ἐπεὶ δὲ θύσαντες πρὸς δεῖπνον καὶ κρατῆρα καὶ εὐχὰς καὶ παιῶνας ἐτράποντο. καὶ τοὺς μίμους δὲ πεποιηκώς, οὓς αἰεὶ διὰ χειρὸς ἔχειν Δοῦρίς φησι τὸν σοφὸν Πλάτωνα, λέγει που κἠκρατηρίχημες ἀντὶ τοῦ ἐπεπώκειμεν. ἀλλὰ μήν, πρὸς θεῶν, Ποντιανὸς ἔφη, οὐ δεόντως ἐκ μεγάλων πίνετε ποτηρίων, τὸν ἥδιστον καὶ χαριέστατον Ξενοφῶντα πρὸ ὀφθαλμῶν ἔχοντες, ὃς ἐν τῷ Συμποσίῳ φησίν· δ ̓ αὖ Σωκράτης εἶπεν· ἀλλὰ πίνειν μέν, ἄνδρες, καὶ ἐμοὶ πάνυ δοκεῖ. τῷ γὰρ ὄντι οἶνος ἄρδων τὰς ψυχὰς τὰς μὲν λύπας ὥσπερ μανδραγόρας ἀνθρώπους κοιμίζει, τὰς δὲ φιλοφροσύνας ὥσπερ ἔλαιον φλόγας ἐγείρει. δοκεῖ μέντοι μοι καὶ τὰ τῶν ἀνθρώπων σώματα τὰ αὐτὰ πάσχειν ἅπερ καὶ τὰ τῶν ἐν γῇ φυομένων. καὶ γὰρ ἐκεῖνα, ὅταν μὲν θεὸς αὐτὰ ἄγαν ἀθρόως ποτίζῃ, οὐ δύναται ὀρθοῦσθαι οὐδὲ ταῖς ὥραις διαπνεῖσθαι· ὅταν δὲ ὅσῳ ἥδεται τοσοῦτο πίνῃ, καὶ μάλα ὀρθά τε αὔξεται καὶ θάλλοντα ἀφικνεῖται εἰς τὴν καρπογονίαν. οὕτω δὴ καὶ ἡμεῖς, ἢν μὲν ἀθρόον τὸ ποτὸν ἐγχεώμεθα, ταχὺ ἡμῶν καὶ τὰ σώματα καὶ αἱ γνῶμαι σφαλοῦνται, καὶ οὐδ ̓ ἀναπνεῖν μὴ ὅτι λέγειν δυνησόμεθα· ἢν δὲ ἡμῖν οἱ παῖδες μικραῖς κύλιξι μικρὰ ἐπιψακάζωσιν, ἵνα καὶ ἐγὼ Γοργιείοις ῥήμασιν εἴπω, οὕτως οὐ βιαζόμενοι μεθύειν ὑπὸ τοῦ οἴνου, ἀλλ ̓ ἀναπειθόμενοι πρὸς τὸ παιγνιωδέστερον ἀφιξόμεθα.

Book 13

Paragraph
21

καὶ Κύνουλκος ταυτὶ καὶ τολμᾶς σὺ λέγειν, οὐ ῥοδοδάκτυλος οὖσα κατὰ τὸν Κρατῖνον, ἀλλὰ βολίτινον ἔχων θάτερον σκέλος, ἐκείνου τοῦ ὁμωνύμου σοι ποιητοῦ τὴν κνήμην φορῶν, ὃς ἐν τοῖς καπηλείοις καὶ τοῖς πανδοκείοις αἰεὶ διαιτᾷ, καίτοι Ἰσοκράτους τοῦ ῥήτορος ἐν τῷ Ἀρεοπαγιτικῷ εἰρηκότος· ἐν καπηλείῳ δὲ φαγεῖν πιεῖν οὐδεὶς οὐδ ̓ ἂν οἰκέτης ἐτόλμησεν. σεμνύνεσθαι γὰρ ἐμελέτων, οὐ βωμολοχεύεσθαι. Ὑπερείδης δὲ ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος λόγος, τοὺς Ἀρεοπαγίτας φησὶν ἀριστήσαντά τινα ἐν καπηλείῳ κωλῦσαι ἀνιέναι εἰς Ἄρειον πάγον. σὺ δέ, σοφιστά, ἐν τοῖς καπηλείοις συναναφύρῃ οὐ μετὰ ἑταίρων ἀλλὰ μετὰ ἑταιρῶν, μαστροπευούσας περὶ σαυτὸν οὐκ ὀλίγας ἔχων καὶ περιφέρων αἰεὶ τοιαυτὶ βιβλία Ἀριστοφάνους καὶ Ἀπολλοδώρου καὶ Ἀμμωνίου καὶ Ἀντιφάνους, ἔτι δὲ Γοργίου τοῦ Ἀθηναίου, πάντων τούτων συγγεγραφότων περὶ τῶν Ἀθήνησι Ἑταιρίδων. τῆς καλῆς σου πολυμαθίας, ὡς κατ ̓ οὐδὲν ἐμιμήσω Θεόμανδρον τὸν Κυρηναῖον, ὅν φησι Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας περιιόντα ἐπαγγέλλεσθαι διδάσκειν εὐτυχίαν, ἐρωτοδιδάσκαλε· οὐδὲν ἄρα διαφέρεις Ἀμάσιος τοῦ Ἠλείου, ὃν Θεόφραστος ἐν τῷ Ἐρωτικῷ περὶ τοὺς ἔρωτας δεινὸν γεγονέναι λέγει. οὐκ ἂν ἁμάρτοι δέ τίς σε καὶ πορνογράφον καλῶν, ὡς Ἀριστείδην καὶ Παυσίαν ἔτι τε Νικοφάνη τοὺς ζωγράφους. μνημονεύει δὲ αὐτῶν ὡς ταῦτα καλῶς γραφόντων Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικυῶνι Πινάκων τῆς καλῆς πολυμαθίας, ἄνδρες φίλοι, τῆς τοῦ γραμματικοῦ τοῦδε, ὃς οὐδ ̓ ἐγκαλύπτεται, ἀλλ ̓ ἀναφανδὸν τὰ Εὐβούλου αἰεὶ ἐκ Κερκώπων λέγει· Κόρινθον ἦλθον. ἡδέως ἐνταῦθά πως λάχανόν τι τρώγων Ὤκιμον διεφθάρην· κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα. καλός γε τῶν Κορινθίων σοφιστής, τοῖς μαθηταῖς διηγούμενος ὅτι Ὤκιμον ἑταίρας ὄνομα ... καὶ ἄλλα δὲ πολλά, ὦναιδές, δράματα ἀπὸ ἑταιρῶν ἔσχε τὰς ἐπιγραφάς, Θάλαττα Διοκλέους, Φερεκράτους Κοριαννώ, Εὐνίκου Φιλυλλίου Ἄντεια, Μενάνδρου δὲ Θαὶς καὶ Φάνιον, Ἀλέξιδος Ὀπώρα, Εὐβούλου Κλεψύδρα. οὕτω δ ̓ ἐκλήθη αὕτη ἑταίρα, ἐπειδὴ πρὸς κλεψύδραν συνουσίαζεν ἕως κενωθῇ, ὡς Ἀσκληπιάδης εἴρηκεν τοῦ Ἀρείου ἐν τῷ περὶ Δημητρίου τοῦ Φαληρέως συγγράμματι, τὸ κύριον αὐτῆς ὄνομα φάσκων εἶναι Μητίχην.

Search Digital Athenaeus

Searched words are highlighted in the resulted texts of the Digital Athenaeus. When available, results display also Morpheus' inflected forms and lemmata, Suda's entries, and entries from the Liddell-Scott Lexicon in the CITE Architecture.

 

Digital Athenaeus Project     Creative Commons License