πιθανώτατα ἐν τούτοις ὁ Ἀντιφάνης καὶ τὸν Μισγόλαν κεκωμῴδηκεν ὡς ἐσπουδακότα περὶ κιθαρῳδοὺς καὶ κιθαριστὰς ὡραίους. φησὶ γὰρ καὶ ὁ ῥήτωρ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου λόγῳ περὶ αὐτοῦ τάδε· Μισγόλας ἐστὶν Ναυκράτους, ἄνδρες Ἀθηναῖοι, Κολλυτεύς, ἀνὴρ τὰ μὲν ἄλλα καλὸς καὶ ἀγαθός, καὶ οὐδαμῇ ἄν τις αὐτὸν μέμψαιτο, περὶ δὲ τὸ πρᾶγμα τοῦτο δαιμονίως ἐσπουδακὼς καὶ ἀεί τινας εἰωθὼς ἔχειν περὶ αὑτὸν κιθαρῳδοὺς ἢ κιθαριστάς. ταυτὶ δὲ λέγω οὐ τοῦ φορτικοῦ ἕνεκα, ἀλλʼ ἵνα γνωρίσητε αὐτὸν ὅστις ἐστίν. καὶ Τιμοκλῆς δʼ ἐν Σαπφοῖ φησιν· ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος. Ἄλεξις δʼ ἐν Ἀγωνίδι ἢ Ἱππίσκῳ· ὦ μῆτερ, ἱκετεύω σε, μὴ ʼπίσειέ μοι τὸν Μισγόλαν· οὐ γὰρ κιθαρῳδός εἰμʼ ἐγώ.
|