DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
7

Λακωνικοῦ δὲ σύκου μνημονεύει ἐν Γεωργοῖς Ἀριστοφάνης ταδὶ λέγων· συκᾶς φυτεύω πάντα πλὴν Λακωνικῆς· τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν. οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα. μικρὸν δὲ αὐτὸ εἶπε διὰ τὸ μὴ μέγα εἶναι φυτόν. Ἄλεξις δ ̓ ἐν Ὀλυνθίῳ Φρυγίων σύκων μνημονεύων φησί· τό τε θειοφανὲς μητρῷον ἐμοὶ μελέδημ ̓ ἰσχάς, Φρυγίας εὑρήματα συκῆς. τῶν δὲ καλουμένων φιβάλεων σύκων πολλοὶ μὲν μέμνηνται τῶν κωμῳδιοποιῶν, ἀτὰρ καὶ Φερεκράτης ἐν Κραπατάλλοις· δαιμόνιε, πύρεττε μηδὲν φροντίσας καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους κἀμπιμπλάμενος κάθευδε τῆς μεσημβρίας· κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα. Τηλεκλείδης δ ̓ ἐν Ἀμφικτύοσι· ὡς καλοὶ καὶ φιβάλεῳ. καὶ τὰς μυρρίνας δὲ φιβαλέας λέγουσιν, ὡς Ἀπολλοφάνης ἐν Κρησί· πρώτιστα δὲ τῶν μυρρινῶν ἐπὶ τὴν τράπεζαν βούλομαι, ἃς διαμασῶμ ̓ ὅταν τι βουλεύειν δέῃ, τὰς φιβάλεως δὲ πάνυ καλὰς στεφανωτρίδας ... χελιδονείων δὲ σύκων μνημονεύει Ἐπιγένης ἐν Βακχίῳ· εἶτ ̓ ἔρχεται χελιδονείων μετ ̓ ὀλίγον σκληρῶν ἁδρὸς πινακίσκος. Ἀνδροτίων δὲ Φίλιππος Ἡγήμων ἐν τῷ Γεωργικῷ γένη συκῶν τάδε ἀναγράφει οὕτως· ἐν μὲν οὖν τῷ πεδίῳ φυτεύειν χρὴ χελιδόνεων, ἐρινεών, λευκερινεών, φιβάλεων· ὀπωροβασιλίδας δὲ πανταχοῦ. ἔχει γάρ τι χρήσιμον ἕκαστον τὸ γένος. ἐπὶ δὲ τὸ πλεῖστον αἱ κόλουροι καὶ φορμύνιοι καὶ δίφοροι καὶ Μεγαρικαὶ καὶ Λακωνικαὶ συμφέρουσιν, ἐὰν ἔχωσιν ὕδωρ.
Kaibel Dialogi Personae
MAGNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License