DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
6

ΣΥΚΑ. συκῆ, φησὶν Μάγνος· οὐδενὶ γὰρ τῶν περὶ σύκων λόγων παραχωρήσαιμι ἄν, κἂν ἀπὸ κράδης ἀποκρέμασθαι δέῃ· φιλόσυκος γάρ εἰμι δαιμονίως· λέξω τά μοι προσπίπτοντα συκῆ, ἄνδρες φίλοι, ἡγεμὼν τοῦ καθαρείου βίου τοῖς ἀνθρώποις ἐγένετο. δῆλον δὲ τοῦτο ἐκ τοῦ καλεῖν τοὺς Ἀθηναίους ἱερὰν μὲν συκῆν τὸν τόπον ἐν πρῶτον εὑρέθη, τὸν δ ̓ ἀπ ̓ αὐτῆς καρπὸν ἡγητηρίαν διὰ τὸ πρῶτον εὑρεθῆναι τῆς ἡμέρου τροφῆς. τῶν δὲ σύκων ἐστὶ γένη πλείονα. Ἀττικὸν μέν, οὗ μνημονεύει Ἀντιφάνης ἐν Ὁμωνύμοις· ἐπαινῶν δὲ τὴν χώραν τὴν Ἀττικὴν τάδε λέγει· οἷα δ ̓ χώρα φέρει διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης, τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. Β. σῦκα μέν, νὴ τὸν Δία, πάνυ φέρει. Ἴστρος δ ̓ ἐν τοῖς Ἀττικοῖς οὐδ ̓ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπ ̓ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες· καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται. Ἄλεξις δ ̓ ἐν Ποιητῇ φησιν· συκοφάντης οὐ δικαίως τοὔνομα ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον. ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ ̓ ἀνήρ, τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον· νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ ̓ οὕτως ἔχει. Φιλόμνηστος δ ̓ ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ Σμινθείων φησίν· ἐπεὶ καὶ συκοφάντης ἐντεῦθεν προσηγορεύθη, διὰ τὸ εἶναι τότε τὰ ἐπιζήμια καὶ τὰς εἰσφορὰς σῦκα καὶ οἶνον καὶ ἔλαιον, ἀφ ̓ ὧν τὰ κοινὰ διῴκουν, καὶ τοὺς ταῦτα εἰσπράττοντας καὶ φαίνοντας ἐκάλουν, ὡς ἔοικε, συκοφάντας, αἱρούμενοι τοὺς ἀξιοπιστοτάτους τῶν πολιτῶν.
Kaibel Dialogi Personae
MAGNVS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License