τοιαῦτα ὥσπερ οἱ ῥήτορες πρὸς ὕδωρ εἰπὼν καὶ βραχὺ ἀναπαυσάμενος αὖθις ἔφη· Ἄμφις ὁ κωμικός πού φησιν· ἐνῆν ἄρʼ, ὡς ἔοικε, κἀν οἴνῳ λόγος· ἔνιοι δʼ ὕδωρ πίνοντές εἰσʼ ἀβέλτεροι. Ἀντιφάνης δέ· οἴνῳ .... τὸν οἶνον ἐξελαύνειν, σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα, κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην, αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ, στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην, πόνῳ πόνον, δίκην δίκῃ, γυναικὶ τὴν γυναῖκα. ὅτι καὶ ἐπὶ τοῦ ὕδατος ἔταττον οἱ παλαιοὶ τὸ ἄκρατον. Σώφρων· ὕδωρ ἄκρατον εἰς τὰν κύλικα.
Kaibel Dialogi Personae
|