DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
7

τοιαῦτα πολλὰ τοῦ Λαρηνσίου λέγοντος Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τῶν Μάντεων Ἀλέξιδος προηνέγκατο ταυτί τῶν ἐπῶν· δυστυχεῖς ἡμεῖς ... οἱ πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν· γυναιξὶ δοῦλοι ζῶμεν ἀντ ̓ ἐλευθέρων. ἔπειτ ̓ ἔχειν προῖκ ̓, οὐχὶ τιμὴν πάσχομεν; πικράν γε καὶ μεστὴν γυναικείας χολῆς. τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι· οἳ μέν γε συγγνώμην ἔχουσ ̓ ἀδικούμενοι, αὗται δ ̓ ἀδικοῦσαι καὶ προσεγκαλοῦσ ̓ ἔτι· ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ ̓ ἄρχειν ἐχρῆν ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν ἔχουσι καὶ κάμνειν λέγουσ ̓ ἑκάστοτε. Ξέναρχος δ ̓ ἐν Ὕπνῳ φησίν· εἶτ ̓ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες, ὧν ταῖς γυναιξὶν οὐδ ̓ ὁτιοῦν φωνῆς ἔνι; Φιλέταιρος Κορινθιαστῇ· ὡς τακερόν, Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ ̓ ἔχει. οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλ ̓ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος. Ἄμφις δ ̓ ἐν Ἀθάμαντι· εἶτ ̓ οὐ γυναικός ἐστιν εὐνοικώτερον γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλ ̓ εἰκότως. μὲν νόμῳ γὰρ καταφρονοῦσ ̓ ἔνδον μένει, δ ̓ οἶδεν ὅτι τοῖς τρόποις ὠνητέος ἄνθρωπός ἐστιν πρὸς ἄλλον ἀπιτέον.
Kaibel Dialogi Personae
LEONIDAS

LARENSIS

Alignment

 

Digital Athenaeus Project     Creative Commons License