ΚΟΝΔΥ ποτήριον Ἀσιατικόν. Μένανδρος Κόλακι· κοτύλας χωροῦν δέκα ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία. Ἵππαρχος Ἀνασῳζομένοις· προσέχεις τι τούτῳ τῷ στρατιώτῃ τοῦ δε δειου ἀργύριον οὗτος οὐδαμόθεν, εὖ οἶδʼ ἐγώ, ἀλλʼ ἢ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον, Πέρσας ἔχον καὶ γρῦπας ἐξώλεις τινὰς τῶν Περσικῶν — Β. εἰς κόρακας, ὦ μαστιγία. Α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ κυμβίον. Νικόμαχος δʼ ἐν πρώτῳ περὶ Ἑορτῶν Αἰγυπτίων φησί· τὸ δὲ κόνδυ ἐστὶ μὲν Περσικόν, τὴν δὲ ἀρχὴν ἣν Ἕρμιππος ἀστρολογικὸς ὡς ὁ κόσμος ἐξ οὗ τῶν θεῶν τὰ θαύματα καὶ τὰ καρπώσιμα γίνεσθαι ἐπὶ γῆς· διὸ ἐκ τούτου σπένδεσθαι. Παγκράτης δʼ ἐν πρώτῳ Βοκχορηίδος· αὐτὰρ ὅ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο νέκταρ ἐπʼ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα. ΚΟΝΩΝΕΙΟΣ. Ἴστρος ὁ Καλλιμάχειος ἐν πρώτῳ Πτολεμαίδος τῆς ἐν Αἰγύπτῳ πόλεως γράφει οὕτως· κυλίκων Κονωνείων ζεῦγος καὶ θηρικλείων χρυσοκλύστων ζεῦγος.
|