DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
4

εἶτα εἰσβάλλει μετ ̓ ὀλίγον εἰς τὸν τοῦ Λαρηνσίου ἔπαινον καὶ λέγει· ὃς ὑπὸ φιλοτιμίας πολλοὺς τῶν ἀπὸ παιδείας συναθροίζων οὐ μόνον τοῖς ἄλλοις ἀλλὰ καὶ λόγοις εἱστία, τὰ μὲν προβάλλων τῶν ἀξίων ζητήσεως, τὰ δὲ ἀνευρίσκων, οὐκ ἀβασανίστως οὐδ ̓ ἐκ τοῦ παρατυχόντος τὰς ζητήσεις ποιούμενος, ἀλλ ̓ ὡς ἔνι μάλιστα μετὰ κριτικῆς τινος καὶ Σωκρατικῆς ἐπιστήμης, ὡς πάντας θαυμάζειν τῶν ζητήσεων τὴν τήρησιν. λέγει δ ̓ αὐτὸν καὶ καθεσταμένον ἐπὶ τῶν ἱερῶν εἶναι καὶ θυσιῶν ὑπὸ τοῦ πάντα ἀρίστου βασιλέως Μάρκου καὶ μὴ ἔλαττον τῶν πατρίων τὰ τῶν Ἑλλήνων μεταχειρίζεσθαι. καλεῖ δὲ αὐτὸν καὶ Ἀστεροπαῖόν τινα, ἐπ ̓ ἴσης ἀμφοτέρων τῶν φωνῶν προιστάμενον. λέγει δ ̓ αὐτὸν καὶ ἔμπειρον εἶναι ἱερουργιῶν τῶν νομισθεισῶν ὑπό τε τοῦ τῆς πόλεως ἐπωνύμου Ῥωμύλου καὶ Πομπιλίου Νουμᾶ καὶ ἐπιστήμονα νόμων πολιτικῶν. πάντα δὲ ταῦτα μόνον ἐξευρεῖν ἐκ παλαιῶν ψηφισμάτων καὶ δογμάτων τηρήσεως, ἔτι δὲ νόμων συναγωγῆς οὓς ἔτι διδάσκουσιν, ὡς τὰ Πινδάρου κωμῳδιοποιὸς Εὔπολίς φησιν ἤδη κατασεσιγασμένα ὑπὸ τῆς τῶν πολλῶν ἀφιλοκαλίας. ἦν δέ, φησί, καὶ βιβλίων κτῆσις αὐτῷ ἀρχαίων Ἑλληνικῶν τοσαύτη ὡς ὑπερβάλλειν πάντας τοὺς ἐπὶ συναγωγῇ τεθαυμασμένους, Πολυκράτην τε τὸν Σάμιον καὶ Πεισίστρατον τὸν Ἀθηναίων τυραννήσαντα Εὐκλείδην τε τὸν καὶ αὐτὸν Ἀθηναῖον καὶ Νικοκράτην τὸν Κύπριον ἔτι τε τοὺς Περγάμου βασιλέας Εὐριπίδην τε τὸν ποιητὴν Ἀριστοτέλην τε τὸν φιλόσοφον καὶ Θεόφραστον καὶ τὸν τὰ τούτων διατηρήσαντα βιβλία Νηλέα· παρ ̓ οὗ πάντα, φησί, πριάμενος ἡμεδαπὸς βασιλεὺς Πτολεμαῖος, Φιλάδελφος δὲ ἐπίκλην, μετὰ τῶν Ἀθήνηθεν καὶ τῶν ἀπὸ Ῥόδου εἰς τὴν καλὴν Ἀλεξάνδρειαν μετήγαγε. διόπερ ἐκεῖνα τῶν Ἀντιφάνους ἐρεῖ τις εἰς αὐτόν· ἀεὶ δὲ πρὸς Μούσαισι καὶ λόγοις πάρει, ὅπου τι σοφίας ἔργον ἐξετάζεται. ἀγλαίζεται δὲ καὶ μουσικᾶς ἐν ἀώτῳ· οἷα παίζομεν φίλαν ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν, κατὰ τὸν Θηβαῖον μελοποιόν. καὶ ἐπὶ τὰς ἑστιάσεις δὲ παρακαλῶν πατρίδα, φησί, τὴν Ῥώμην πᾶσιν ἀποφαίνει. τίς γὰρ τὰ οἴκοι ποθεῖ τούτῳ ξυνὼν ἀναπεπταμένην ἔχοντι τοῖς φίλοις τὴν οἰκίαν; κατὰ γὰρ τὸν κωμῳδιοποιὸν Ἀπολλόδωρον· εἰς οἰκίαν ὅταν τις εἰσίῃ φίλου, ἔστιν θεωρεῖν, Νικοφῶν, τὴν τοῦ φίλου εὔνοιαν εὐθὺς εἰσιόντα τὰς θύρας. θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, κύων ἔσηνε καὶ προσῆλθ ̓, ὑπαντήσας δέ τις δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ μηδέν.
Kaibel Dialogi Personae
LARENSIS

Alignment