DIGITAL ATHENAEUS

Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
3

δραματουργεῖ δὲ τὸν διάλογον Ἀθήναιος ζήλῳ Πλατωνικῷ· οὕτως γοῦν ἄρχεται· αὐτός, Ἀθήναιε, μετειληφὼς τῆς καλῆς ἐκείνης συνουσίας τῶν νῦν ἐπικληθέντων δειπνοσοφιστῶν, ἥτις ἀνὰ τὴν πόλιν πολυθρύλητος ἐγένετο, παρ ̓ ἄλλου μαθὼν τοῖς ἑταίροις διεξῄεις; αὐτός, Τιμόκρατες, μετασχών. ἆρ ̓ οὖν ἐθελήσεις καὶ ἡμῖν τῶν καλῶν ἐπικυλικίων λόγων μεταδοῦναι τρὶς δ ̓ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον, ὥς πού φησιν Κυρηναῖος ποιητής παρ ̓ ἄλλου τινὸς ἡμᾶς ἀναπυνθάνεσθαι δεῖ;
Kaibel Index Scriptorum
ERATOSTHENES
Meineke Index Scriptorum
Cyrenaeus

Eratosthenes

Alignment

 

Digital Athenaeus Project     Creative Commons License