Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 9

Paragraph
58

πολλῶν οὖν καὶ ἄλλων ἐν τῷ συμποσίῳ περὶ ἑκάστου τῶν εἰσκομιζομένων ῥηθέντων, ἀλλὰ κἀγώ, φησὶν Λαρήνσιος, κατὰ τὸν πάντα ἄριστον Οὐλπιανὸν προτείνω τι καὶ αὐτὸς ὑμῖν· ζητήσεις γὰρ σιτούμεθα· τὸν τέτρακα τί νομίζετε; καί τινος εἰπόντος εἶδος ὀρνέου (ἔθος δὲ γραμματικῶν παισὶν περὶ πάντων τῶν προβαλλομένων λέγειν, εἶδος φυτοῦ, εἶδος ὀρνέου, εἶδος λίθου), Λαρήνσιος ἔφη· καὶ αὐτός, ἀνδρῶν λῷστε, ὅτι χαρίεις Ἀριστοφάνης ἐν τοῖς Ὄρνισι μνημονεύει ἐν τούτοις οἶδα· πορφυρίωνι καὶ πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι. ζητῶ δʼ ἐγὼ παρʼ ὑμῶν μαθεῖν εἰ καὶ παρʼ ἄλλῳ τινὶ αὐτοῦ τις γίνεται μνήμη. Ἀλέξανδρος γὰρ Μύνδιος ἐν δευτέρῳ περὶ πτηνῶν ζῴων οὐ τοῦ ὄρνιθος τοῦ μεγάλου μνημονεύει, ἀλλά τινος τῶν σμικροτάτων. λέγει γὰρ οὕτως· τέτραξ τὸ μέγεθος ἴσος σπερμολόγῳ, τὸ χρῶμα κεραμεοῦς, ῥυπαραῖς στιγμαῖς καὶ μεγάλαις γραμμαῖς ποικίλος, καρποφάγος. ὅταν ᾠοτοκῇ δέ, τετράζει τῇ φωνῇ. καὶ Ἐπίχαρμος ἐν Ἥβας Γάμῳ· λαμβάνοντι γὰρ ὄρτυγας στρουθούς τε κορυδαλλάς τε φιλοκονείμονας τέτραγας σπερματολόγους τε κἀγλαὰς συκαλλίδας. καὶ ἐν ἄλλοις δέ φησιν· ἦν δʼ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες τέτραγές τε σπερματολόγοι. ἐπεὶ δὲ ὑμεῖς οὐδὲν ἔχετε (σιωπᾶτε γάρ), ἐγὼ καὶ τὸ ὄρνεον ὑμῖν ἐπιδείξω. ἐπιτροπεύων γὰρ ἐν Μυσίᾳ τοῦ κυρίου αὐτοκράτορος καὶ προιστάμενος τῶν τῆς ἐπαρχίας ἐκείνης πραγμάτων τεθέαμαι ἐπὶ τῇ χώρᾳ ἐκείνῃ τοὔρνεον. καὶ μαθὼν οὕτω καλούμενον παρὰ τοῖς Μυσοῖς καὶ Παίοσιν ὑπεμνήσθην ἐκ τῶν ὑπʼ Ἀριστοφάνους εἰρημένων τὸν ὄρνιθα. νομίζων δὲ καὶ παρὰ τῷ πολυμαθεστάτῳ Ἀριστοτέλει μνήμης ἠξιῶσθαι τὸ ζῷον ἐν τῇ πολυταλάντῳ πραγματείᾳ (ὀκτακόσια γὰρ εἰληφέναι τάλαντα παρʼ Ἀλεξάνδρου τὸν Σταγιρίτην λόγος ἔχει εἰς τὴν περὶ τῶν ζῴων ἱστορίαν) ὡς οὐδὲν εὗρον περὶ αὐτοῦ λεγόμενον, ἔχαιρον ἔχων ἐχεγγυώτατον μάρτυρα τὸν χαρίεντα Ἀριστοφάνη. ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ εἰσῆλθέ τις φέρων ἐν τῷ ταλάρῳ τὸν τέτρακα. ἦν δὲ τὸ μὲν μέγεθος ὑπὲρ ἀλεκτρυόνα τὸν μέγιστον, τὸ δὲ εἶδος πορφυρίωνι παραπλήσιος· καὶ ἀπὸ τῶν ὤτων ἑκατέρωθεν εἶχε κρεμάμενα ὥσπερ οἱ ἀλεκτρυόνες τὰ κάλλαια· βαρεῖα δʼ ἦν φωνή. θαυμασάντων οὖν ἡμῶν τὸ εὐανθὲς τοῦ ὄρνιθος μετʼ οὐ πολὺ καὶ ἐσκευασμένος παρηνέχθη, καὶ τὰ κρέα αὐτοῦ ἦν παραπλήσια τοῖς τῆς μεγάλης στρουθοῦ, ἣν καὶ αὐτὴν πολλάκις κατεδαισάμεθα.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License