Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
87

καὶ Ἀριστοφάνης δʼ ἐν Ἱππεῦσι μνημονεύει ὡς διαφόρων γινομένων τῶν περὶ τὴν Μίλητον λαβράκων, ὅταν οὕτως λέγῃ· ἀλλʼ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις. ἐν δὲ Λημνίαις· οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι, ὡς διαφόρου ὄντος τοῦ τῶν λαβράκων ἐγκεφάλου καθάπερ καὶ τοῦ τῶν γλαύκων. καὶ Εὔβουλος δʼ ἐν Τιτθαῖς φησι· μὴ πολυτελῶς, ἀλλὰ καθαρείως· τι ἂν ὁσίας ἕνεκα, σηπίδια τευθίδια πλεκτάνια μικρὰ πουλύποδος, νῆστίν τινα, μήτραν, χόρια, πῦον, λάβρακος κρανίον εὐμέγεθες. δὲ Γαίσων, οὗ Ἀρχέστρατος μνημονεύει, Γαισωνὶς λίμνη ἐστὶ μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῇ θαλάσσῃ, ὡς Νεάνθης Κυζικηνὸς ἱστορεῖ ἐν τῇ ϛʹ τῶν Ἑλληνικῶν Ἔφορος δʼ ἐν τῇ πέμπτῃ ποταμὸν εἶναί φησι τὸν Γαίσωνα περὶ Πριήνην, ὃν εἰσρεῖν εἰς λίμνην. Ἄρχιππος ἐν Ἰχθύσι μνημονεύων τῶν λαβράκων φησίν· Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος, Ἕρμαιος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ καὶ τοὺς λάβρακας ἐντερεύων.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License