Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 7

Paragraph
32

ὡς ἵμερός μʼ ὑπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα. νὴ τὴν Ἀθηνᾶν, ἡδύ γʼ ἔστʼ εὐημερεῖν ἐν ἅπασιν· ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι, οἷον παρατέθεικʼ, οὐ πεφαρμακευμένον τυροῖσιν οὐδʼ ἄνωθεν ἐξηνθισμένον, ἀλλʼ οἷος ἦν ζῶν κὠπτὸς ὢν τοιοῦτος ἦν. οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι ... ὅμοιον ἐγένετʼ, ὄρνις ὁπόταν ἁρπάσῃ τοῦ καταπιεῖν μεῖζόν τι· περιτρέχει κύκλῳ τηροῦσα τοῦτο, καταπιεῖν δʼ ἐσπούδακεν, ἕτεραι διώκουσιν δὲ ταύτην· ταὐτὸν ἦν. τὴν ἡδονὴν πρῶτος αὐτῶν καταμαθὼν τῆς λοπάδος ἀνεπήδησε κἄφευγεν κύκλῳ τὴν λοπάδʼ ἔχων, ἄλλοι δʼ ἐδίωκον κατὰ πόδας. ἐξῆν ὀλολύζειν· οἳ μὲν ἥρπασάν τι γάρ, οἳ δʼ οὐδέν, οἳ δὲ πάντα. καίτοι παρέλαβον ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον. εἰ δʼ ἔλαβον ἄρτι σκάρον ʼκ τῆς Ἀττικῆς γλαυκίσκον, Ζεῦ σῶτερ, ʼξ Ἄργους κάπρον ʼκ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς φέρει Ποσειδὼν γόγγρον εἰς τὸν οὐρανόν, ἅπαντες οἱ φαγόντες ἐγένοντʼ ἂν θεοί. ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκροὺς ὅταν μόνον ὀσφρανθῶσι ποιῶ ζῆν πάλιν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License