Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 6

Paragraph
99

ταῦτα τοῦ Δημοκρίτου σαφῶς καὶ τορῶς διεξελθόντος ἐπῄνουν μὲν οἱ δαιταλεῖς, δὲ Κύνουλκος ἔφη· ἄνδρες σύσσιτοι, σφόδρα με λιμώττοντα οὐκ ἀηδῶς Δημόκριτος εἱστίασεν ποταμοὺς διαπερανάμενος ἀμβροσίας καὶ νέκταρος, ὑφʼ ὧν ἀρδευθεὶς τὴν ψυχὴν πάνυ πειναλέος γεγένημαι λόγους αὐτὸ μόνον καταβροχθίσας· ὥστε ἤδη παυσάμενοί ποτε τῆς τοσαύτης ἀπεραντολογίας καὶ κατὰ τὸν Παιανιέα ῥήτορα τοιούτων τινῶν μεταλάβωμεν μήτʼ ἰσχὺν ἐντίθησι μήτʼ ἀποθνῄσκειν ἐᾷ· ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως οὐκ ἔστι· πεινῶσιν γὰρ Κύπρις πικρά, Ἀχαιός φησιν ἐν Αἴθωνι σατυρικῷ παρʼ οὗ σοφὸς Εὐριπίδης λαβὼν ἔφη· ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δʼ οὔ. πρὸς ὃν Οὐλπιανὸς ἀεί ποτε διαπολεμῶν ἔφη· πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων, σὺ δέ, κύον, ἀεὶ λιμώττεις καὶ οὐκ ἐᾷς ἡμᾶς λόγων καλῶν καὶ ἀφθόνων μεταλαμβάνειν, μᾶλλον δὲ σιτεῖσθαι· τροφὴ γὰρ ψυχῆς λόγοι καλοί. καὶ ἅμα στραφεὶς πρὸς τὸν οἰκέτην Λεῦκε, ἔφη, κἂν ἐκφατνισματά τινα ἄρτων ἔχῃς, δὸς τοῖς κυσίν. καὶ Κύνουλκος εἰ μὲν εἰς ἀκροάσεις λόγων, ἔφη, παρεκεκλήμην, ἠπιστάμην ἥκειν ἀγορᾶς πληθυούσης (οὕτως γάρ τις τῶν σοφῶν τὴν τῶν δείξεων ὥραν ἐκάλει, καὶ αὐτὸν οἱ πολλοὶ διὰ τοῦτο Πληθαγόραν ὠνόμαζον)· εἰ δὲ λουσάμενοι λογάρια δειπνοῦμεν, μικρὰς τίθημι συμβολὰς ἀκροώμενος κατὰ τὸν Μένανδρον διὸ παραχωρῶ σοι, γάστρων, τῆς τοιαύτης ἐμφορεῖσθαι σιτήσεως· πεινῶντι γὰρ ἀνδρὶ μᾶζα τιμιωτέρα χρυσοῦ τε κἀλέφαντος, κατὰ τὸν τοῦ Ἐρετριέως Ἀχαιοῦ Κύκνον

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License