Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 5

Paragraph
5

Πλάτων δʼ ἐν τῷ Συμποσίῳ περὶ τῶν αὐτῶν λέγει οὕτως· ἵνα καὶ τὴν παροιμίαν (φησί) διαφθείρωμεν μεταβάλλοντες, ὡς ἄρα καὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν αὐτόματοι ἀγαθοί. Ὅμηρος μὲν γὰρ κινδυνεύει οὐ μόνον διαφθεῖραι, ἀλλὰ καὶ ὑβρίσαι εἰς αὐτήν· ποιήσας γὰρ τὸν Ἀγαμέμνονα ἀγαθὸν τὰ πολεμικά, τὸν Μενέλαον δὲ μαλθακὸν αἰχμητήν, θυσίαν ποιουμένου τοῦ Ἀγαμέμνονος ἄκλητον ἐποίησεν ἐλθόντα τὸν χείρονα ἐπὶ τὴν τοῦ ἀμείνονος δίαιταν. Βακχυλίδης δὲ περὶ τοῦ Ἡρακλέους λέγων ὡς ἦλθεν ἐπὶ τὸν τοῦ Κήυκος οἶκόν φησιν· ἔστη δʼ ἐπὶ λάινον οὐδόν, τοὶ δὲ θοίνας ἔντυον, ὧδέ τʼ ἔφα· αὐτόματοι δʼ ἀγαθῶν δαῖτας εὐόχθους ἐπέρχονται δίκαιοι φῶτες. αἱ δὲ παροιμίαι μέν φησιν· αὐτόματοι δʼ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν, δέ· αὐτόματοι ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν. οὐ δεόντως γοῦν Πλάτων τὸν Μενέλεων ἐνόμισεν εἶναι δειλόν, ὃν ἀρηίφιλον Ὅμηρος λέγει καὶ μόνον ὑπὲρ Πατρόκλου ἀριστεύσαντα καὶ τῷ Ἕκτορι πρὸ πάντων πρόθυμον μονομαχεῖν, καίπερ ὄντα τῇ ῥώμῃ καταδεέστερον, ἐφʼ οὗ μόνου τῶν στρατευσαμένων εἴρηκεν· ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς. εἰ δὲ ἐχθρὸς βλασφημῶν αὐτὸν εἴρηκε μαλθακὸν αἰχμητὴν καὶ διὰ τοῦτο Πλάτων τῷ ὄντι μαλθακὸν αὐτὸν ὑπολαμβάνει, οὐκ ἂν φθάνοι καὶ τὸν Ἀγαμέμνονα τιθεὶς ἐν τοῖς φαύλοις, ὃν αὐτός φησιν εἶναι ἀγαθόν, εἴπερ εἰς αὐτὸν εἴρηται τοῦτο τὸ ἔπος· οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο. οὐ γὰρ εἴ τι λέγεται παρʼ Ὁμήρῳ, τοῦθʼ Ὅμηρος λέγει. πῶς γὰρ ἂν εἴη μαλθακὸς Μενέλαος τὸν Ἕκτορα μόνος ἀπείρξας τοῦ Πατρόκλου καὶ Εὔφορβον ἀποκτείνας τε καὶ σκυλεύσας ἐν μέσοις τοῖς Τρωσί. τὸ δὲ μηδὲ τὸν στίχον ὃν ᾐτιᾶτο τελείως κατανοῆσαι ἄτοπον, διʼ οὗ βοὴν ἀγαθὸς Μενέλαος λέγεται. τοῖς γὰρ ἀνδρειοτάτοις Ὅμηρος εἴωθεν ἐπιφωνεῖν, καλούντων τῶν παλαιῶν τὸν πόλεμον βοήν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License