Book 5
ὅλως δὲ λῆρός ἐστι τῷ Πλάτωνι τὸ Συμπόσιον. ὅτε γὰρ Ἀγάθων ἐνίκα, Πλάτων ἦν δεκατεσσάρων ἐτῶν. ὃ μὲν γὰρ ἐπὶ ἄρχοντος Εὐφήμου στεφανοῦται Ληναίοις, Πλάτων δὲ γεννᾶται ἐπὶ Ἀπολλοδώρου τοῦ μετʼ Εὐθύδημον ἄρξαντος· δύο δὲ καὶ ὀγδοήκοντα βιώσας ἔτη μετήλλαξεν ἐπὶ Θεοφίλου τοῦ μετὰ Καλλίμαχον, ὅς ἐστιν ὀγδοηκοστὸς καὶ δεύτερος. ἀπὸ δὲ Ἀπολλοδώρου καὶ τῆς Πλάτωνος γενέσεως τεσσαρεσκαιδέκατός ἐστιν ἄρχων Εὔφημος, ἐφʼ οὗ τὰ ἐπινίκια Ἀγάθωνος ἑστιῶνται. καὶ αὐτὸς δὲ ὁ Πλάτων δηλοῖ τὴν συνουσίαν ταύτην πρὸ πολλοῦ γεγονέναι, λέγων οὕτως ἐν τῷ Συμποσίῳ· ... εἰ νεωστὶ ἡγεῖ τὴν συνουσίαν γεγονέναι, ὥστε κἀμὲ παραγενέσθαι. ἐγὼ γάρ, ἔφη. πόθεν, ἦν δʼ ἐγώ, ὦ Γλαύκων; οὐκ οἶσθʼ ὅτι πολλῶν ἐτῶν Ἀγάθων οὐκ ἐπιδεδήμηκε; καὶ προελθών φησιν· ἀλλʼ εἰπέ μοι, πότε ἐγένετο ἡ συνουσία αὕτη; κἀγὼ εἶπον ὅτι παίδων ἔτι ὄντων ἡμῶν, ὅτε τῇ τραγῳδίᾳ ἐνίκησεν ὁ Ἀγάθων. ὅτι δὲ πολλὰ ὁ Πλάτων παρὰ τοὺς χρόνους ἁμαρτάνει δῆλόν ἐστιν ἐκ πολλῶν. κατὰ γὰρ τὸν εἰπόντα ποιητήν ὅττι κεν ἐπʼ ἀκαιρίμαν γλῶτταν ἔλθῃ, τοῦτο μὴ διακρίνας γράφει. οὐ γὰρ ἀγράφως τι ἔλεγεν, ἀλλὰ πάνυ ἐσκεμμένως,
|
CTS URN Retriever
The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.
The syntax of the URNs follows the specification of the CITE Architecture.
For example:
The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.
For example:
Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.
The icons on the left of each paragraph are links to external resources:
- list icon : automatic alignment of index entries with the Greek text of the Deipnosophists (indices by August Meineke, Georg Kaibel, and S. Douglas Olson);
- tag icon : POS tagging of the text through the OpenNLP POSTagger for Ancient Greek.
Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.
For example:
- Ath. Deipn. 1.1: Ἀθήναιος μὲν ὁ τῆς βίβλου πατήρ
urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc2:1.1@Ἀθήναιος[1]-πατήρ[1]