Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
84

μετὰ τὰς τοσαύτας διαλέξεις ἔδοξεν ἤδη ποτὲ καὶ δειπνεῖν, καὶ περιενεχθέντος τοῦ καλουμένου ὡραίου Λεωνίδης ἔφη· Εὐθύδημος Ἀθηναῖος, ἄνδρες φίλοι, ἐν τῷ περὶ ταρίχων Ἡσίοδόν φησι περὶ πάντων τῶν ταριχευομένων τάδʼ εἰρηκέναι· ἄμφακες μὲν πρῶτον στόμα κέκριται αντα καὶ θιοην, γναθμὸν ὃν ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες, οἷς ταριχόπλεως ἅδε Βόσπορος, οἵ θʼ ὑπόγαστρα τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται. ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου, ὃν καὶ ὅλον καὶ τμητὸν ἅλες τρηχεῖς ἐκόμισσαν. θύννων δʼ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ καὶ σκόμβρων βυθίων τε καὶ εὐχόρτου λικιβάττεω καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη. Ἰόνιον δʼ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει Βρέττιος Καμπανὸς ἐκ ζαθέοιο Τάραντος ὀρκύνοιο τρίγωνα, τά τʼ ἐν στάμνοισι τεθέντα ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ. ταῦτα τὰ ἔπη ἐμοὶ μὲν δοκεῖ τινος μαγείρου εἶναι μᾶλλον τοῦ μουσικωτάτου Ἡσιόδου. πόθεν γὰρ εἰδέναι δύναται Πάριον Βυζάντιον, ἔτι δὲ Τάραντα καὶ Βρεττίους καὶ Καμπανοὺς πολλοῖς ἔτεσι τούτων πρεσβύτερος ὤν; δοκεῖ οὖν μοι αὐτοῦ τοῦ Εὐθυδήμου εἶναι τὰ ποιήματα. καὶ Διονυσοκλῆς ἔφη·ὅτου μέν ἐστι τὰ ποιήματα, ἀγαθὲ Λεωνίδη, ὑμῶν ἐστι κρίνειν τῶν δοκιμωτάτων γραμματικῶν· ἀλλʼ ἐπεὶ περὶ ΤΑΡΙΧΩΝ ἐστὶν λόγος, περὶ ὧν οἶδα καὶ παροιμίαν μνήμης ἠξιωμένην ὑπὸ τοῦ Σολέως Κλεάρχου· σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ, ἔρχομαι κἀγὼ λέξων τι περὶ αὐτῶν, τὰ τῆς τέχνης.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License