Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
69

ἑξῆς εἰσεκομίσθη ταγηνιστὰ ἥπατα περιειλημένα τῷ καλουμένῳ ΕΠΙΠΛΩΙ, ὃν Φιλέταιρος ἐν Τηρεῖ ἐπίπλοιον εἴρηκεν εἰς ἀποβλέψας Κύνουλκος λέγε ἡμῖν, ἔφη, σοφὲ Οὐλπιανέ, εἴ που κεῖται οὕτως τὸ ἧπαρ ἐντετυλιγμένον. καὶ ὅς· ἐὰν πρότερον δείξῃς σὺ παρὰ τίνι ἐπίπλους εἴρηται ἐπὶ τοῦ λίπους καὶ τοῦ ὑμένος. ἀντικορυσσομένων οὖν τούτων Μυρτίλος ἔφη· μὲν ἐπίπλους παρʼ Ἐπιχάρμῳ ἐν Βάκχαις· καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόῳ. καὶ ἐν Θεαροῖς· ὀσφύος τε πέρι κἠπιπλόου. καὶ Χῖος δὲ Ἴων ἐν ταῖς Ἐπιδημίαις ἔφη· τῷ ἐπίπλῳ ἐπικαλύψας. ἀπέχεις, φίλη κεφαλὴ Οὐλπιανέ, τὸν ἐπίπλουν, ἵνʼ ἤδη ποτὲ αὐτῷ ἐντυλιχθεὶς κατακαυθῇς καὶ πάντας ἡμᾶς ζητήσεων ἀπαλλάξῃς. τὸ δὲ μαρτύριον τοῦ οὕτως διεσκευασμένου ἥπατος δίκαιος εἶ σὺ ἀπομνημονεῦσαι, προειρημένου σοι πάλαι ὅτε περὶ τῶν ὠτίων καὶ ποδῶν ἐζητοῦμεν, ὅτι Ἄλεξις ἐν Κρατείᾳ Φαρμακοπώλῃ εἴρηκε. πᾶσα δʼ ἐκλογὴ χρησίμη οὖσα εἰς πολλά, ἐπεὶ τὰ νῦν διὰ μνήμης οὐ κρατεῖς, αὐτὸς ἐγὼ διεξελεύσομαι. φησὶ δʼ οὕτως κωμικός· πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινι ἰδὼν γέροντι φυκίʼ ἠμφιεσμένα ἔλαβον ἐχίνους τʼ· ἐστὶ γὰρ προοίμιον δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου. τούτων δʼ ἀπολυθείς, κειμένων ἰχθυδίων μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται, θαρρεῖν κελεύσας ἕνεκʼ ἐμοῦ ταῦτʼ οὐδὲ ἓν φήσας ἀδικήσειν ἐπριάμην γλαῦκον μέγαν. ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους ἁπαλοὺς ὑπʼ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν. ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς, καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον, ἐποίησά τʼ αὐτὸ ποικιλώτερον ταῶ. κρεᾴδιʼ ἄττα, ποδάρια, ῥύγχη τινά, ὠτάριʼ ὕειʼ, ἡπάτιον ἐγκεκαλυμμένον· αἰσχύνεται γὰρ πελιδνὸν ὂν τῷ χρώματι. τούτοις μάγειρος οὐ πρόσεισʼ οὐδʼ ὄψεται· οἰμώξεται γὰρ νὴ Δίʼ. ἀλλʼ ἐγὼ σοφῶς ταῦτʼ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως οὕτω (ποῶ γὰρ τοὔψον αὐτός) ὥστε τοὺς δειπνοῦντας εἰς τὰ λοπάδιʼ ἐμβάλλειν ποῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς. τὰς σκευασίας πάντων δὲ καὶ τὰς συστάσεις τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν, προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License