Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 3

Paragraph
3

Φύλαρχος δέ φησιν· οὐδέποτε πρότερον ἐν οὐδενὶ τόπῳ κυάμων Αἰγυπτίων οὔτε σπαρέντων οὔτʼ εἰ σπείρειέ τις τικτομένων εἰ μὴ κατὰ Αἴγυπτον, ἐπὶ τοῦ βασιλέως Ἀλεξάνδρου τοῦ Πύρρου παρὰ τὸν Θύαμιν ποταμὸν τῆς ἐν Ἠπείρῳ Θεσπρωτίας ἐν ἕλει τινὶ συνέβη φυῆναι. δύο μὲν οὖν ἤνεγκέ πως ἔτη καρπὸν ἐκτενῶς καὶ ηὔξησε· τοῦ δʼ Ἀλεξάνδρου φυλακὴν ἐπιστήσαντος καὶ κωλύοντος οὐχ ὅτι λαμβάνειν τὸν βουλόμενον, ἀλλὰ μηδὲ προσέρχεσθαι πρὸς τὸν τόπον, ἀνεξηράνθη τὸ ἕλος καὶ τὸ λοιπὸν οὐχ ὅτι τὸν προειρημένον ἤνεγκε καρπόν, ἀλλʼ οὐδὲ ὕδωρ εἴ ποτε ἔσχε φαίνεται. τὸ παραπλήσιον ἐγένετο καὶ ἐν Αἰδηψῷ. χωρὶς γὰρ τῶν ἄλλων ὑδάτων ναμάτιόν τι ἐφάνη ψυχρὸν ὕδωρ προιέμενον οὐ πόρρω τῆς θαλάσσης. τούτου πίνοντες οἱ ἀρρωστοῦντες τὰ μέγιστα ὠφελοῦντο· διὸ πολλοὶ παρεγίνοντο καὶ μακρόθεν τῷ ὕδατι χρησόμενοι. οἱ οὖν τοῦ βασιλέως Ἀντιγόνου στρατηγοὶ βουλόμενοι οἰκονομικώτεροι εἶναι διάφορόν τι ἔταξαν διδόναι τοῖς πίνουσι, καὶ ἐκ τούτου ἀπεξηράνθη τὸ νᾶμα. καὶ ἐν Τρῳάδι δὲ ἐξουσίαν εἶχον οἱ βουλόμενοι τὸν πρὸ τοῦ χρόνον τὸν Τραγασαῖον ἅλα λαμβάνειν. Λυσιμάχου δὲ τέλος ἐπιβαλόντος ἠφανίσθη. θαυμάσαντος δὲ καὶ ἀφέντος τὸν τόπον ἀτελῆ πάλιν ηὐξήθη.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License