Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
16

Ἀριστοτέλης δʼ ἐν δευτέρῳ Ἐρωτικῶν καὶ Ἀρίστων περιπατητικός, Κεῖος δὲ τὸ γένος, ἐν βʹ Ἐρωτικῶν Ὁμοίων φασὶν ὅτι οἱ ἀρχαῖοι διὰ τοὺς περὶ τὸν οἶνον πόνους τῶν κεφαλαλγιῶν δεσμοὺς εὕρισκον τοὺς τυχόντας, τῆς τῶν κροτάφων συνδέσεως ὠφελεῖν δοκούσης· οἱ δʼ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον. βέλτιον δὲ διὰ τὸ πάσας τὰς αἰσθήσεις ἐν τῇ κεφαλῇ εἶναι ταύτην στεφανοῦσθαι διὰ τὸ συμφέρειν ἐσκεπάσθαι καὶ συνδεδέσθαι τοὺς κροτάφους πρὸς τὸν οἶνον. ἐστεφανοῦντο δὲ καὶ τὸ μέτωπον, ὡς καλὸς Ἀνακρέων ἔφη· ἐπὶ δʼ ὀφρύσιν σελίνων στεφανίσκους θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν Διονύσῳ. ἐστεφανοῦντο δὲ καὶ τὰ στήθη καὶ ἐμύρουν ταῦτα, ἐπεὶ αὐτόθι καρδία. ἐκάλουν δὲ καὶ οἷς περιεδέοντο τὸν τράχηλον στεφάνους ὑποθυμίδας, ὡς Ἀλκαῖος ἐν τούτοις· ἀλλʼ ἀνήτω μὲν περὶ ταῖς δέραισι περθέτω πλεκτὰς ὑποθυμίδας τίς. καὶ Σαπφώ· καὶ πολλαὶς ὑποθυμίδας πλεκταὶς ἀμπʼ ἀπαλᾷ δέρᾳ. καὶ Ἀνακρέων· πλεκτὰς δʼ ὑποθυμίδας περὶ στήθεσι λωτίνας ἔθεντο. Αἰσχύλος δʼ ἐν τῷ Λυομένῳ Προμηθεῖ σαφῶς φησιν ὅτι ἐπὶ τε τιμῇ τοῦ Προμηθέως τὸν στέφανον περιτίθεμεν τῇ κεφαλῇ, ἀντίποινα τοῦ ἐκείνου δεσμοῦ, καίτοι ἐν τῇ ἐπιγραφομένῃ Σφιγγὶ εἰπών· τῷ δὲ ξένῳ γε στέφανον, ἀρχαῖον στέφος, δεσμῶν ἄριστος ἐκ Προμηθέως λόγου. Σαπφὼ δʼ ἁπλούστερον τὴν αἰτίαν ἀποδίδωσιν τοῦ στεφανοῦσθαι ἡμᾶς, λέγουσα τάδε· σὺ δὲ στεφάνοις, Δίκα, περθέσθʼ ἐραταῖς φόβαισιν ὅρπακας ἀνήτοιο συνερραις ἁπαλαῖσι χερσίν. εὐανθέα γὰρ πέλεται καὶ Χάριτες μάκαιρα μᾶλλον προσόρην, ἀστεφανώτοισι δʼ ἀπυστρέφονται. ὡς εὐανθέστερον γὰρ καὶ κεχαρισμένον μᾶλλον τοῖς θεοῖς παραγγέλλει στεφανοῦσθαι τοὺς θύοντας. Ἀριστοτέλης δʼ ἐν τῷ Συμποσίῳ φησὶν ὅτι οὐδὲν κολοβὸν προσφέρομεν πρὸς τοὺς θεούς, ἀλλὰ τέλεια καὶ ὅλα. τὸ δὲ πλῆρες τέλειόν ἐστιν. τὸ δὲ στέφειν πλήρωσίν τινα σημαίνει. Ὅμηρος· κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο. καί· ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει. τοὺς γὰρ αὖ τὴν ὄψιν ἀμόρφους, φησίν, ἀναπληροῖ τοῦ λέγειν πιθανότης ἔοικεν οὖν στέφανος τοῦτο ποιεῖν βούλεσθαι. διὸ καὶ περὶ τὰ πένθη τοὐναντίον παρασκευάζομεν. ὁμοπαθείᾳ γὰρ τοῦ κεκμηκότος κολοβοῦμεν ἡμᾶς αὐτοὺς τῇ τε κουρᾷ τῶν τριχῶν καὶ τῇ τῶν στεφάνων ἀφαιρέσει.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License