Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
66

Μελανιππίδης δʼ Μήλιος ἐν ταῖς Δαναίσιν φοίνικας τὸν καρπὸν οὕτως ὀνομάζει τὸν λόγον ποιούμενος περὶ αὐτῶν τῶν Δαναίδων· οὐ γὰρ ἀνθρώπων φόρευν μορφὰν ἐνεῖδος, οὐδὲ τὰν αὐδὰν γυναικείαν ἔχον· ἀλλʼ ἐν ἁρμάτεσσι διφρούχοις ἐγυμνάζοντʼ ἀνʼ εὔδιʼ ἄλσεα πολλάκι θήραισιν φρένα τερπόμεναι, ἱερόδακρυν λίβανον εὐώδεις τε φοίνικας κασίαν τε ματεῦσαι, τέρενα Σύρια σπέρματα. καὶ Ἀριστοτέλης ἐν τῷ περὶ Φυτῶν οὕτως· φοινίκων ἀνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν, οἳ δʼ ἀπυρήνους. φοίνικα δὲ τὸν καρπὸν καὶ Ἑλλάνικος κέκληκεν ἐν τῇ εἰς Ἄμμωνος Ἀναβάσει, εἰ γνήσιον τὸ σύγγραμμα, καὶ Φόρμος κωμικὸς ἐν Ἀταλάνταις περὶ δὲ τῶν Νικολάων καλουμένων φοινίκων τοσοῦτον ὑμῖν εἰπεῖν ἔχω τῶν ἀπὸ τῆς Συρίας καταγομένων, ὅτι ταύτης τῆς προσηγορίας ἠξιώθησαν ὑπὸ τοῦ Σεβαστοῦ αὐτοκράτορος σφόδρα χαίροντος τῷ βρώματι, Νικολάου τοῦ Δαμασκηνοῦ ἑταίρου ὄντος αὐτῷ καὶ πέμποντος φοίνικας συνεχῶς. τῶν ἀπὸ τοῦ περιπάτου δʼ ὢν Νικόλαος καὶ ἱστορίαν συνέγραψεν πολλήν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License