Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
33

διετήρησαν δὲ μάλιστα τῶν Ἑλλήνων Λακεδαιμόνιοι τὴν μουσικήν, πλείστῃ αὐτῇ χρώμενοι, καὶ συχνοὶ παρʼ αὐτοῖς ἐγένοντο μελῶν ποιηταί. τηροῦσιν δὲ καὶ νῦν τὰς ἀρχαίας ᾠδὰς ἐπιμελῶς πολυμαθεῖς τε εἰς ταύτας εἰσὶ καὶ ἀκριβεῖς. ὅθεν καὶ Πρατίνας φησί· Λάκων τέττιξ εὔτυκος εἰς χορόν. διὸ καὶ οἱ ποιηταὶ διετέλουν προσαγορεύοντες οὕτως τὰς ᾠδάς γλυκυτάτων πρύτανιν ὕμνων καὶ μέλεα μελιπτέρωτα Μουσᾶν. ἀπὸ γὰρ τῆς τοῦ βίου σωφροσύνης καὶ αὐστηρίας μετέβαινον ἀσμένως ἐπὶ τὴν μουσικήν, ἐχούσης τὸ κηλητικὸν τῆς ἐπιστήμης. εἰκότως οὖν ἐγίνετο χαίρειν τοὺς ἀκροωμένους. ἐκάλουν δὲ καὶ χορηγούς, ὥς φησιν Βυζάντιος Δημήτριος ἐν τετάρτῳ περὶ Ποιημάτων, οὐχ ὥσπερ νῦν τοὺς μισθουμένους τοὺς χορούς, ἀλλὰ τοὺς καθηγουμένους τοῦ χοροῦ, καθάπερ αὐτὸ τοὔνομα σημαίνει. καὶ τὸ χρηστομουσεῖν καὶ μὴ παραβαίνειν τοὺς ἀρχαίους τῆς μουσικῆς νόμους. συνέβαινε δὲ τὸ μὲν παλαιὸν φιλομουσεῖν τοὺς Ἕλληνας· μετὰ δὲ ταῦτα γενομένης ἀταξίας καταγηρασάντων σχεδὸν ἁπάντων τῶν ἀρχαίων νομίμων τε προαίρεσις αὕτη κατελύθη καὶ τρόποι μουσικῆς φαῦλοι κατεδείχθησαν, οἷς ἕκαστος τῶν χρωμένων ἀντὶ μὲν πρᾳότητος περιεποιεῖτο μαλακίαν, ἀντὶ δὲ σωφροσύνης ἀκολασίαν καὶ ἄνεσιν. ἔσται δʼ ἴσως τοῦτο ἔτι μᾶλλον καὶ ἐπὶ πλέον προαχθήσεται, ἐὰν μή τις ἀγάγῃ πάλιν εἰς τοὐμφανὲς τὴν πάτριον μουσικήν. τὸ παλαιὸν γὰρ καὶ τῶν ἡρώων τὰς πράξεις καὶ τῶν θεῶν τοὺς ὕμνους διʼ ᾠδῆς ἐποιοῦντο. Ὅμηρος γοῦν φησιν ἐπʼ Ἀχιλλέως· ἄειδε δʼ ἄρα κλέα ἀνδρῶν ἡρώων. καὶ τὸν Φήμιον δέ φησιν ὅτι πολλὰ βροτῶν θελκτήρια οἶδεν, ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί. τὸ δὲ ἔθος τοῦτο καὶ παρὰ τοῖς βαρβάροις ἐσῴζετο, ὥς φησι Δίνων ἐν τοῖς Περσικοῖς τὴν γοῦν Κύρου τοῦ πρώτου ἀνδρείαν καὶ τὸν μέλλοντα πόλεμον ἔσεσθαι πρὸς Ἀστυάγην προείδοντο οἱ ᾠδοί. ὅτε γάρ, φησίν, ᾐτήσατο τὴν εἰς Πέρσας ἀποδημίαν Κῦρος (ἐγεγόνει δʼ αὐτοῦ πρότερον ἐπὶ τῶν ῥαβδοφόρων, εἶθʼ ὕστερον ἐπὶ τῶν ὁπλοφόρων) καὶ ἀπῆλθεν .... εὐωχουμένου οὖν τοῦ Ἀστυάγους μετὰ τῶν φίλων τότε Ἀγγάρης ὄνομα (οὗτος δʼ ἦν τῶν ᾠδῶν ἐνδοξότατος) ᾖδεν εἰσκληθεὶς τά τε ἄλλα τῶν εἰθισμένων καὶ τὸ ἔσχατον εἶπεν ὡς ἀφεῖται εἰς τὸ ἕλος θηρίον μέγα, θρασύτερον ὑὸς ἀγρίου· ἂν κυριεύσῃ τῶν καθʼ αὑτὸ τόπων, πολλοῖς μετʼ ὀλίγον ῥᾳδίως μαχεῖται. ἐρομένου δὲ τοῦ Ἀστυάγους ποῖον θηρίον; ἔφη Κῦρον τὸν Πέρσην. νομίσας οὖν ὀρθῶς αὐτὸν ὑπωπτευκέναι καὶ μεταπεμπόμενος .... οὐδὲν ὤνησεν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License