Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
89

ἐπὶ κάλλει δὲ ἔτι γὰρ γέρων ἀοιδὸς κελαδεῖ Μναμοσύναν κατὰ τὸν Εὐριπίδην διαβόητοι γεγόνασι γυναῖκες Θαργηλία Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη, οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν Ἱππίας σοφιστὴς ἐν τῷ ἐπιγραφομένῳ Συναγωγή Δίνων δʼ ἐν τῇ πέμπτῃ τῶν Περσικῶν τῆς πρώτης συντάξεώς φησιν ὅτι Βαγαβάζου γυνή, ἥτις ἦν ὁμοπάτριος Ξέρξου ἀδελφή, ὄνομα Ἀνοῦτις, καλλίστη ἦν τῶν ἐν τῇ Ἀσίᾳ γυναικῶν καὶ ἀκολαστοτάτη. Φύλαρχος δὲ ἐν τῇ ἐννεακαιδεκάτῃ Τιμῶσάν φησι τὴν Ὀξυάρτου παλλακίδα πάσας γυναῖκας ὑπερβεβληκέναι κάλλει. ταύτην δʼ ἀπεστάλκει δῶρον τῶν Αἰγυπτίων βασιλεὺς Στατίρᾳ τῇ βασιλέως γυναικί. Θεόπομπος δὲ ἐν τῇ ἕκτῃ καὶ πεντηκοστῇ τῶν Ἱστοριῶν Ξενοπείθειαν τὴν Λυσανδρίδου μητέρα πασῶν τῶν κατὰ Πελοπόννησον γυναικῶν γεγονέναι καλλίονα. ἀπέκτειναν δὲ αὐτὴν Λακεδαιμόνιοι καὶ τὴν ἀδελφὴν αὐτῆς Χρύσην, ὅτε καὶ τὸν Λυσανδρίδαν ἐχθρὸν ὄντα Ἀγησίλαος βασιλεὺς καταστασιάσας φυγαδευθῆναι ἐποίησεν ὑπὸ Λακεδαιμονίων. καλλίστη δʼ ἦν καὶ Παντίκα Κυπρία, περὶ ἧς φησι Φύλαρχος ἐν τῇ δεκάτῃ τῶν Ἱστοριῶν ὅτι παρʼ Ὀλυμπιάδι οὖσαν τῇ Ἀλεξάνδρου μητρὶ ᾔτει πρὸς γάμον Μόνιμος Πυθίωνος. καὶ ἐπεὶ ἦν ἀκόλαστος γυνή, ἔφη Ὀλυμπιάς· πόνηρε, τοῖς ὀφθαλμοῖς γαμεῖς καὶ οὐ τῷ νῷ. καὶ τὴν καταγαγοῦσαν δὲ Πεισίστρατον ἐπὶ τὴν τυραννίδα, ὡς Ἀθηνᾶς πειραν εἶδος ἔχουσαν, καλήν φησι γεγονέναι, ἥτις καὶ τῇ θεῷ εἴκαστο τὴν μορφήν. στεφανόπωλις δʼ ἦν· καὶ αὐτὴν ἐξέδωκε πρὸς γάμου κοινωνίαν Πεισίστρατος Ἱππάρχῳ τῷ υἱῷ, ὡς Ἀντικλείδης ἱστορεῖ ἐν ηʹ Νόστων· ἐξέδωκεν δὲ καὶ Ἱππάρχῳ τῷ υἱεῖ τὴν παραιβατήσασαν αὑτῷ γυναῖκα Φύην τὴν Σωκράτους θυγατέρα, καὶ Χάρμου τοῦ πολεμαρχήσαντος θυγατέρα ἔλαβεν Ἱππίᾳ περικαλλεστάτην οὖσαν τῷ μετʼ αὐτὸν τυραννεύσαντι. συνέβη δέ, ὥς φησι, τὸν Χάρμον ἐραστὴν τοῦ Ἱππίου γενέσθαι καὶ τὸν πρὸς Ἀκαδημίᾳ Ἔρωτα ἱδρύσασθαι πρῶτον, ἐφʼ οὗ ἐπιγέγραπται· ποικιλομήχανʼ Ἔρως, σοὶ τόνδʼ ἱδρύσατο βωμὸν Χάρμος ἐπὶ σκιεροῖς τέρμασι γυμνασίου. Ἡσίοδος δʼ ἐν τρίτῳ Μελαμποδίας τὴν ἐν Εὐβοίᾳ Χαλκίδα καλλιγύναικα εἶπεν. εὐπρεπεῖς γὰρ αὐτόθι γίγνονται γυναῖκες, ὡς καὶ Θεόφραστος εἴρηκεν. καὶ Νυμφόδωρος δʼ ἐν τῷ τῆς Ἀσίας Περίπλῳ καλλίονάς φησι γίνεσθαι γυναῖκας τῶν πανταχοῦ γυναικῶν ἐν Τενέδῳ τῇ Τρωικῇ νήσῳ.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License