Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
81

φιλομεῖραξ δὲ ἦν Σοφοκλῆς, ὡς Εὐριπίδης φιλογύνης. Ἴων γοῦν ποιητὴς ἐν ταῖς ἐπιγραφομέναις Ἐπιδημίαις γράφει οὕτως· Σοφοκλεῖ τῷ ποιητῇ ἐν Χίῳ συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἀνδρὶ παιδιώδει παρʼ οἶνον καὶ δεξιῷ. Ἑρμησίλεω δὲ ξένου οἱ ἐόντος καὶ προξένου Ἀθηναίων ἑστιῶντος αὐτόν, ἐπεὶ παρὰ τὸ πῦρ ἑστεὼς τὸν οἶνον ἐγχέων παῖς .... ἐὼν δῆλος ἦν εἶπέ τε· βούλει με ἡδέως πίνειν; φάντος δʼ αὐτοῦ βραδέως τοίνυν καὶ πρόσφερέ μοι καὶ ἀπόφερε τὴν κύλικα. ἔτι πολὺ μᾶλλον ἐρυθριάσαντος τοῦ παιδὸς εἶπε πρὸς τὸν συγκατακείμενον· ὡς καλῶς Φρύνιχος ἐποίησεν εἴπας· λάμπει δʼ ἐπὶ πορφυρέαις παρῇσι φῶς ἔρωτος. καὶ πρὸς τόδε ἠμείφθη Ἐρετριεὺς Ἐρυθραῖος γραμμάτων ἐὼν διδάσκαλος· σοφὸς μὲν δὴ σύ γε εἶ, Σοφόκλεις, ἐν ποιήσει· ὅμως μέντοι γε οὐκ εὖ εἴρηκε Φρύνιχος πορφυρέας εἰπὼν τὰς γνάθους τοῦ καλοῦ. εἰ γὰρ ζωγράφος χρώματι πορφυρέῳ ἐναλείψειε τουδὶ τοῦ παιδὸς τὰς γνάθους, οὐκ ἂν ἔτι καλὸς φαίνοιτο. οὐ κάρτα δεῖ τὸ καλὸν τῷ μὴ καλῷ φαινομένῳ εἰκάζειν ἄν. γελάσας ἐπὶ τῷ Ἐρετριεῖ Σοφοκλῆς· οὐδὲ τόδε σοι ἀρέσκει ἄρα, ξένε, τὸ Σιμωνίδειον, κάρτα δοκέον τοῖς Ἕλλησιν εὖ εἰρῆσθαι· πορφυρέου ἀπὸ στόματος ἱεῖσα φωνὰν παρθένος, οὐδʼ ποιητής, ἔφη, λέγων χρυσοκόμαν Ἀπόλλωνα· χρυσέας γὰρ εἰ ἐποίησεν ζωγράφος τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας, χεῖρον ἂν ἦν τὸ ζωγράφημα. οὐδὲ φὰς ῥοδοδάκτυλον· εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψειε τοὺς δακτύλους, πορφυροβάφου χεῖρας καὶ οὐ γυναικὸς καλῆς ποιήσειεν ἄν. γελασάντων δὲ μὲν Ἐρετριεὺς ἐνωπήθη τῇ ἐπιραπίξει, δὲ πάλιν τοῦ παιδὸς τῷ λόγῳ εἴχετο. εἴρετο γάρ μιν ἀπὸ τῆς κύλικος κάρφος τῷ μικρῷ δακτύλῳ ἀφαιρετέοντα, εἰ καθορᾷ τὸ κάρφος. φάντος δὲ καθορᾶν ἄπο τοίνυν φύσησον αὐτό, ἵνα μὴ πλύνοιτο δάκτυλός σευ. προσαγαγόντος δʼ αὐτοῦ τὸ πρόσωπον πρὸς τὴν κύλικα ἐγγυτέρω τὴν κύλικα τοῦ ἑαυτοῦ στόματος ἦγεν, ἵνα δὴ κεφαλὴ τῇ κεφαλῇ ἀσσοτέρα γένηται. ὡς δʼ ἦν οἱ κάρτα πλησίον, περιλαβὼν τῇ χειρὶ ἐφίλησεν. ἐπικροτησάντων δὲ πάντων σὺν γέλωτι καὶ βοῇ ὡς εὖ ὑπηγάγετο τὸν παῖδα, μελετῶ, εἶπεν, στρατηγεῖν, ἄνδρες· ἐπειδήπερ Περικλῆς ποιεῖν μέν με ἔφη, στρατηγεῖν δʼ οὐκ ἐπίστασθαι. ἆρʼ οὖν οὐ κατʼ ὀρθόν μοι πέπτωκεν τὸ στρατήγημα; τοιαῦτα πολλὰ δεξιῶς ἔλεγέν τε καὶ ἔπρησσεν ὅτε πίνοι πράσσοι. τὰ μέντοι πολιτικὰ οὔτε σοφὸς οὔτε ῥεκτήριος ἦν, ἀλλʼ ὡς ἄν τις εἷς τῶν χρηστῶν Ἀθηναίων.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License