Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
80

φιλόπαις δʼ ἦν ἐκμανῶς καὶ Ἀλέξανδρος βασιλεύς. Δικαίαρχος γοῦν ἐν τῷ περὶ τῆς ἐν Ἰλίῳ Θυσίας Βαγώου τοῦ εὐνούχου οὕτως αὐτόν φησιν ἡττᾶσθαι ὡς ἐν ὄψει θεάτρου ὅλου καταφιλεῖν αὐτὸν ἀνακλάσαντα, καὶ τῶν θεατῶν ἐπιφωνησάντων μετὰ κρότου οὐκ ἀπειθήσας πάλιν ἀνακλάσας ἐφίλησεν. Καρύστιος δʼ ἐν Ἱστορικοῖς Ὑπομνήμασι Χάρωνι, φησί, τῷ Χαλκιδεῖ παῖς καλὸς ἦν καὶ εἶχεν εὖ πρὸς αὐτόν. ὡς δʼ Ἀλέξανδρος παρὰ Κρατερῷ αὐτὸν ἐπῄνεσεν γενομένου πότου, Χάρων ἐκέλευσε τὸν παῖδα καταφιλῆσαι τὸν Ἀλέξανδρον· καὶ ὃς μηδαμῶς, εἶπεν, οὐ γὰρ οὕτως ἐμὲ εὐφρανεῖ ὡς σὲ λυπήσει. ὥσπερ γὰρ ἦν ἐρωτικὸς βασιλεὺς οὗτος, οὕτως καὶ πρὸς τὸ καθῆκον ἐγκρατὴς καὶ πρὸς τὸ πρεπωδέστατον. αἰχμαλώτους γοῦν λαβὼν τὰς Δαρείου θυγατέρας καὶ τὴν γυναῖκα κάλλει διαπρεπεστάτην οὖσαν οὐ μόνον ἀπέσχετο, ἀλλʼ οὐδὲ ἐκείνας μαθεῖν ἐποίησεν ὅτι εἰσὶν αἰχμάλωτοι, ἀλλʼ ὡς ἔτι Δαρείου ἐν τῇ βασιλείᾳ ὄντος πάντα αὐταῖς χορηγεῖσθαι ἐκέλευσεν. διόπερ καὶ Δαρεῖος τοῦτο μαθὼν ηὔξατο τῷ Ἡλίῳ τὰς χεῖρας ἀνατείνας αὐτὸν βασιλεύειν Ἀλέξανδρον. Ῥαδαμάνθυος δὲ τοῦ δικαίου Ἴβυκος ἐραστήν φησι γενέσθαι Τάλων. Διότιμος δʼ ἐν τῇ Ἡρακλείᾳ Εὐρυσθέα φησὶν Ἡρακλέους γενέσθαι παιδικά, διόπερ καὶ τοὺς ἄθλους ὑπομεῖναι. Ἀγαμέμνονά τε Ἀργύννου ἐρασθῆναι λόγος, ἰδόντα ἐπὶ τῷ Κηφισῷ νηχόμενον· ἐν καὶ τελευτήσαντα αὐτὸν (συνεχῶς γὰρ ἐν τῷ ποταμῷ τούτῳ ἀπελούετο) θάψας εἵσατο καὶ ἱερὸν αὐτόθι Ἀφροδίτης Ἀργυννίδος. Λικύμνιος δʼ Χῖος ἐν Διθυράμβοις Ἀργύννου φησὶν ἐρώμενον Ὑμέναιον γενέσθαι. Ἀντιγόνου δὲ τοῦ βασιλέως ἐρώμενος ἦν Ἀριστοκλῆς κιθαρῳδός, περὶ οὗ Ἀντίγονος Καρύστιος ἐν τῷ Ζήνωνος Βίῳ γράφει οὕτως· Ἀντίγονος βασιλεὺς ἐπεκώμαζε τῷ Ζήνωνι. καί ποτε καὶ μεθʼ ἡμέραν ἐλθὼν ἔκ τινος πότου καὶ ἀναπηδήσας πρὸς τὸν Ζήνωνα ἔπεισεν αὐτὸν συγκωμάσαι αὑτῷ πρὸς Ἀριστοκλέα τὸν κιθαρῳδόν, οὗ σφόδρα ἤρα βασιλεύς.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License