Book 13
Ἀπολλόδωρος δʼ ἐν τῷ περὶ Ἑταιρῶν δύο ἀναγράφει Φρύνας γεγονέναι, ὧν τὴν μὲν ἐπικαλεῖσθαι Κλαυσιγέλωτα, τὴν δὲ Σαπέρδιον. Ἡρόδικος δὲ ἐν ἕκτῳ Κωμῳδουμένων τὴν μὲν παρὰ τοῖς ῥήτορσί φησιν ὀνομαζομένην Σηστὸν καλεῖσθαι διὰ τὸ ἀποσήθειν καὶ ἀποδύειν τοὺς συνόντας αὐτῇ, τὴν δὲ Θεσπικήν. ἐπλούτει δὲ σφόδρα ἡ Φρύνη καὶ ὑπισχνεῖτο τειχιεῖν τὰς Θήβας, ἐὰν ἐπιγράψωσιν Θηβαῖοι ὅτι Ἀλέξανδρος μὲν κατέσκαψεν, ἀνέστησεν δὲ Φρύνη ἡ ἑταίρα, ὡς ἱστορεῖ Καλλίστρατος ἐν τῷ περὶ Ἑταιρῶν. εἴρηκεν δὲ περὶ τοῦ πλούτου αὐτῆς Τιμοκλῆς ὁ κωμικὸς ἐν Νεαίρᾳ — πρόκειται τὸ μαρτύριον — καὶ Ἄμφις ἐν Κουρίδι παρεσίτει δὲ τῇ Φρύνῃ Γρυλλίων εἷς ὢν τῶν Ἀρεοπαγιτῶν, ὡς καὶ Σάτυρος ὁ Ὀλύνθιος ὑποκριτὴς Παμφίλῃ. Ἀριστογείτων δὲ ἐν τῷ κατὰ Φρύνης τὸ κύριόν φησιν αὐτῆς εἶναι ὄνομα Μνησαρέτην. οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατʼ αὐτῆς Εὐθίου λόγον Διόδωρος ὁ περιηγητὴς Ἀναξιμένους φησὶν εἶναι. Ποσείδιππος δʼ ὁ κωμικὸς ἐν Ἐφεσίᾳ τάδε φησὶν περὶ αὐτῆς· Φρύνη ποθʼ ἡμῶν γέγονεν ἐπιφανεστάτη πολὺ τῶν ἑταιρῶν. καὶ γὰρ εἰ νεωτέρα τῶν τότε χρόνων εἶ, τόν γʼ ἀγῶνʼ ἀκήκοας. βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας τὴν ἡλιαίαν εἷλε περὶ τοῦ σώματος ... καὶ τῶν δικαστῶν καθʼ ἕνα δεξιουμένη μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις.
|
CTS URN Retriever
The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.
The syntax of the URNs follows the specification of the CITE Architecture.
For example:
The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.
For example:
Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.
The icons on the left of each paragraph are links to external resources:
- list icon : automatic alignment of index entries with the Greek text of the Deipnosophists (indices by August Meineke, Georg Kaibel, and S. Douglas Olson);
- tag icon : POS tagging of the text through the OpenNLP POSTagger for Ancient Greek.
Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.
For example:
- Ath. Deipn. 1.1: Ἀθήναιος μὲν ὁ τῆς βίβλου πατήρ
urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc2:1.1@Ἀθήναιος[1]-πατήρ[1]