Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
85

Σωσίβιος δʼ λυτικὸς προθεὶς τὰ ἔπη· ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δʼ γέρων ἀμογητὶ ἄειρεν, γράφει κατὰ λέξιν· νῦν τὸ μὲν ἐπιτιμώμενόν ἐστι τῷ ποιητῇ ὅτι τοὺς μὲν λοιποὺς εἶπε μογέοντας ἀείρειν τὸ δέπας, τὸν δὲ Νέστορα μόνον ἀμογητί. ἄλογον δʼ ἐδόκει Διομήδους καὶ Αἴαντος, ἔτι δʼ Ἀχιλλέως παρόντων εἰσάγεσθαι τὸν Νέστορα γενναιότερον, τῇ ἡλικίᾳ προβεβηκότα. τούτων τοίνυν οὕτως κατηγορουμένων τῇ ἀναστροφῇ χρησάμενοι ἀπολύομεν τὸν ποιητήν. ἀπὸ γὰρ τούτου τοῦ ἑξαμέτρου πλεῖον ἐόν, Νέστωρ δʼ γέρων ἀμογητὶ ἄειρεν ἀπὸ τοῦ μέσου ἐξελόντες τὸ γέρων τάξομεν τοῦ πρώτου στίχου πρὸς τὴν ἀρχὴν ὑπὸ τὸ ἄλλος μέν, εἶτα τὸ ἐξ ἀρχῆς συνεροῦμεν ἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, δὲ Νέστωρ ἀπονητὶ ἄειρεν. νῦν οὖν οὕτω τεταγμένων Νέστωρ φαίνεται τῶν μὲν λοιπῶν πρεσβυτῶν μόνος τὸ δέπας ἀμογητὶ ἀείρων. ταῦτα καὶ θαυμάσιος λυτικὸς Σωσίβιος, ὃν οὐκ ἀχαρίτως διέπαιξε διὰ τὰς πολυθρυλήτους ταύτας καὶ τὰς τοιαύτας λύσεις Πτολεμαῖος Φιλάδελφος βασιλεύς. λαμβάνοντος γὰρ αὐτοῦ σύνταξιν βασιλικήν, μεταπεμψάμενος τοὺς ταμίας ἐκέλευσεν, ἐὰν παραγένηται Σωσίβιος ἐπὶ τὴν ἀπαίτησιν τῆς συντάξεως, λέγειν αὐτῷ ὅτι ἀπείληφε. καὶ μετʼ οὐ πολὺ παραγενομένῳ καὶ αἰτοῦντι εἰπόντες δεδωκέναι αὐτῷ τὰς ἡσυχίας εἶχον, δὲ τῷ βασιλεῖ προσελθὼν κατεμέμφετο τοὺς ταμίας. Πτολεμαῖος δὲ μεταπεμψάμενος αὐτοὺς καὶ ἥκειν κελεύσας μετὰ τῶν βιβλίων, ἐν οἷς αἱ ἀναγραφαί εἰσι τῶν τὰς συντάξεις λαμβανόντων, λαβὼν ταύτας εἰς χεῖρας βασιλεὺς καὶ κατιδὼν ἔφη καὶ αὐτὸς ἀπειληφέναι αὐτὸν οὕτως· ἦν ὀνόματα ἐγγεγραμμένα ταῦτα, Σωτῆρος Σωσιγένους Βίωνος Ἀπολλωνίου Δίωνος· εἰς ἀποβλέψας βασιλεὺς εἶπεν θαυμάσιε λυτικέ, ἐὰν ἀφέλῃς τοῦ Σωτῆρος τὸ σω καὶ τοῦ Σωσιγένους τὸ σι καὶ τοῦ Βίωνος τὴν πρώτην συλλαβὴν βι καὶ τὴν τελευταίαν τοῦ Ἀπολλωνίου, εὑρήσεις σαυτὸν ἀπειληφότα κατὰ τὰς σὰς ἐπινοίας. καὶ ταῦτʼ οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς αὑτοῦ πτεροῖς κατὰ τὸν θαυμάσιον Αἰσχύλον ἁλίσκῃ, ἀπροσδιονύσους λύσεις πραγματευόμενος.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License