Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
60

Θεόπομπος δʼ ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ περὶ Χαλκιδέων ἱστορῶν τῶν ἐν Θρᾴκῃ φησίν· ἐτύγχανον γὰρ τῶν μὲν βελτίστων ἐπιτηδευμάτων ὑπερορῶντες, ἐπὶ δὲ τοὺς πότους καὶ ῥᾳθυμίαν καὶ πολλὴν ἀκολασίαν ὡρμηκότες ἐπιεικῶς. ὅτι δʼ εἰσὶ πάντες οἱ Θρᾷκες πολυπόται κοινόν. διὸ καὶ Καλλίμαχος ἔφη· καὶ γὰρ Θρηικίην μὲν ἀπέστυγε χανδὸν ἄμυστιν οἰνοποτεῖν, ὀλίγῳ δʼ ἥδετο κισσυβίῳ. ἐν δὲ τῇ πεντηκοστῇ Θεόπομπος περὶ Μηθυμναίων τάδε λέγει· καὶ τὰ μὲν ἐπιτήδεια προσφερομένους πολυτελῶς, μετὰ τοῦ κατακεῖσθαι καὶ πίνειν, ἔργον δʼ οὐδὲν ἄξιον τῶν ἀναλωμάτων ποιοῦντας. ἔπαυσεν οὖν αὐτοὺς τούτων Κλεομένης τύραννος, καὶ τὰς μαστροποὺς τὰς εἰθισμένας προαγωγεύειν τὰς ἐλευθέρας γυναῖκας καὶ τρεῖς τέτταρας τὰς ἐπιφανέστατα πορνευομένας ἐνδήσας εἰς σάκκους καταποντίσαι τισὶν προστάξας. καὶ Ἕρμιππος δὲ ἐν τοῖς περὶ τῶν ἑπτὰ σοφῶν Περίανδρον τὸ αὐτὸ ποιῆσαι. ἐν δὲ τῇ δευτέρᾳ τῶν Φιλιππικῶν Ἰλλυριοί, φησί, δειπνοῦσι καθήμενοι καὶ πίνουσιν, ἄγουσι δὲ καὶ τὰς γυναῖκας εἰς τὰς συνουσίας· καὶ καλὸν αὐταῖς προπίνειν οἷς ἂν τύχωσι τῶν παρόντων. ἐκ δὲ τῶν συμποσίων αὗται τοὺς ἄνδρας ἀπάγουσι. καὶ κακόβιοι δὲ πάντες εἰσὶ καὶ ζώννυνται τὰς κοιλίας ζώναις πλατείαις ὅταν πίνωσι. καὶ τοῦτο μὲν πρῶτον μετρίως ποιοῦσιν, ἐπειδὰν δὲ σφοδρότερον πίνωσι, μᾶλλον αἰεὶ συνάγουσι τὴν ζώνην. Ἀρδιαῖοι δέ, φησί, κέκτηνται προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας. καθʼ ἑκάστην δὲ ἡμέραν μεθύουσιν καὶ ποιοῦνται συνουσίας καὶ διάκεινται πρὸς ἐδωδὴν καὶ πόσιν ἀκρατέστερον. διὸ καὶ Κελτοὶ πολεμοῦντες αὐτοῖς καὶ εἰδότες αὐτῶν τὴν ἀκρασίαν παρήγγειλαν ἅπασι τοῖς στρατιώταις δεῖπνον ὡς λαμπρότατον παρασκευάσαντας κατὰ σκηνὴν ἐμβαλεῖν εἰς τὰ σιτία πόαν τινὰ φαρμακώδη δυναμένην διακόπτειν τὰς κοιλίας καὶ διακαθαίρειν. γενομένου δὲ τούτου οἳ μὲν αὐτῶν καταληφθέντες ὑπὸ τῶν Κελτῶν ἀπώλοντο, οἳ δὲ καὶ εἰς τοὺς ποταμοὺς αὑτοὺς ἔρριψαν, ἀκράτορες τῶν γαστέρων γενόμενοι.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License