Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
44

ἔπινε δὲ καὶ Πρωτέας Μακεδὼν πλεῖστον, ὥς φησιν Ἔφιππος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος ταφῆς, καὶ εὐρώστῳ τῷ σώματι διῆγε, καίτοι τῷ πιεῖν ἐγγεγυμνασμένος ὤν. Ἀλέξανδρος γοῦν αἰτήσας ποτὲ ποτήριον δίχουν καὶ πιὼν προὔπιε τῷ Πρωτέᾳ. καὶ ὃς λαβὼν καὶ πολλὰ ὑμνήσας τὸν βασιλέα ἔπιεν, ὡς ὑπὸ πάντων κροταλισθῆναι. καὶ μετʼ ὀλίγον τὸ αὐτὸ ποτήριον αἰτήσας Πρωτέας καὶ πάλιν πιὼν προὔπιε τῷ βασιλεῖ. δὲ Ἀλέξανδρος λαβὼν ἔσπασε μὲν γενναίως, οὐ μὴν ὑπήνεγκεν, ἀλλʼ ἀπέκλινεν ἐπὶ τὸ προσκεφάλαιον ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον. καὶ ἐκ τούτου νοσήσας ἀπέθανε, τοῦ Διονύσου, φησί, μηνίσαντος αὐτῷ, διότι τὴν πατρίδα αὐτοῦ τὰς Θήβας ἐπολιόρκησεν. ἔπινε δὲ Ἀλέξανδρος πλεῖστον, ὡς καὶ ἀπὸ τῆς μέθης συνεχῶς κοιμᾶσθαι δύο ἡμέρας καὶ δύο νύκτας. δηλοῦται δὲ τοῦτο ἐν ταῖς Ἐφημερίσιν αὐτοῦ, ἃς ἀνέγραψαν Εὐμένης τε Καρδιανὸς καὶ Διόδοτος Ἐρυθραῖος Μένανδρος δὲ ἐν Κόλακί φησι· κοτύλας χωροῦν δέκα ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία, τρὶς ἐξέπιον μεστόν γʼ. ΣΤΡ. Ἀλεξάνδρου πλέον τοῦ βασιλέως πέπωκας. Α. οὐκ ἔλαττον, οὐ μὰ τὴν Ἀθηνᾶν. ΣΤΡ. μέγα γε. Νικοβούλη δὲ ἀναθεὶς ταύτῃ τὰ συγγράμματά φησιν ὅτι παρὰ Μηδείῳ τῷ Θεσσαλῷ δειπνῶν Ἀλέξανδρος εἴκοσιν οὖσιν ἐν τῷ συμποσίῳ πᾶσι προὔπιε, παρὰ πάντων τὰ ἴσα λαμβάνων, καὶ ἀναστὰς ἐκ τοῦ συμποσίου μετʼ οὐ πολὺ ἀνεπαύετο. Καλλισθένης δὲ σοφιστής, ὡς Λυγκεὺς Σάμιός φησιν ἐν τοῖς ἀπομνημονεύμασι καὶ Ἀριστόβουλος καὶ Χάρης ἐν ταῖς ἱστορίαις, ἐν τῷ συμποσίῳ τοῦ Ἀλεξάνδρου τῆς τοῦ ἀκράτου κύλικος εἰς αὐτὸν ἐλθούσης ὡς διωθεῖτο, εἰπόντος τέ τινος αὐτῷ διὰ τί οὐ πίνεις; οὐδὲν δέομαι, ἔφη, Ἀλεξάνδρου πιὼν τοῦ Ἀσκληπιοῦ δεῖσθαι.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License