Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
1

Ἀλλʼ ὥσπερ δείπνου γλαφυροῦ ποικίλην εὐωχίαν τὸν ποιητὴν δεῖ παρέχειν τοῖς θεαταῖς τὸν σοφόν, ἵνʼ ἀπίῃ τις τοῦτο φαγὼν καὶ πιών, ὅπερ λαβὼν χαίρει τις, καὶ σκευασία μὴ μίʼ τῆς μουσικῆς, Ἀστυδάμας τραγικὸς ἐν Ἡρακλεῖ σατυρικῷ, ἑταῖρε, φησί, Τιμόκρατες. φέρε εἴπωμεν ἐνταῦθα τοῖς προειρημένοις τὰ ἀκόλουθα ὅτι ἦν καὶ Ἡρακλῆς ἀδηφάγος. ἀποφαίνονται δὲ τοῦτο σχεδὸν πάντες ποιηταὶ καὶ συγγραφεῖς. Ἐπίχαρμος μὲν ἐν Βουσίριδι λέγων· πρῶτον μὲν αἴ κʼ ἔσθοντʼ ἴδοις νιν ἀποθάνοις. βρέμει μὲν φάρυγξ ἔνδοθʼ, ἀραβεῖ δʼ γνάθος, ψοφεῖ δʼ γομφίος, τέτριγε δʼ κυνόδων, σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δʼ οὔατα. Ἴων δʼ ἐν Ὀμφάλῃ ἐμφανίσας αὐτοῦ τὴν ἀδηφαγίαν ἐπιφέρει· ὑπὸ δὲ τῆς εὐφημίας κατέπινε καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας. παρὰ Πινδάρου δὲ τοῦτʼ εἴληφεν εἰπόντος· διαβοῶν θερμὰ δʼ εἰς ἀνθρακιὰν στέψαν πυρὶ δʼ εἰς ἀνθρακιὰν στέψαν πυρὶ δʼ ὑπνόων τε σώματα. καὶ τότʼ ἐγὼ σαρκῶν τʼ ἐνοπὰν ἠδʼ ὀστέων στεναγμὸν βαρὺν ην ἰδόντα διακρῖναι πολλὸς ἐν καιρῷ χρόνος. τοιοῦτον οὖν αὐτὸν ὑποστησάμενοι ταῖς ἀδηφαγίαις καὶ τῶν ὀρνέων ἀποδεδώκασιν αὐτῷ τὸν λάρον τὸν προσαγορευόμενον βουφάγον.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License