Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
18

καὶ Μνησίμαχος δὲ ἐν Φιλίππῳ διὰ τὸν ὑπερβάλλοντα κόρον ἐν τοῖς δείπνοις παράγει τι συμπόσιον πολέμου παρασκευὴν ἐπαγγελλόμενον καὶ ὡς ἀληθῶς κατὰ τὸν χαριέστατον Ξενοφῶντα πολέμου ἐργαστήριον. λέγει δʼ οὕτως· ἆρʼ οἶσθα σύ ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μαχητέον, οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένα, ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν; ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα ἡμῖν παῖς μετὰ δεῖπνον ἀκίδας Κρητικάς, ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα κατεαγότʼ, ἀσπίδας δὲ προσκεφάλαια καὶ θώρακας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας καὶ τόξα, καταπέλταισι δʼ ἐστεφανώμεθα. καὶ Κολοφώνιος δὲ Φοῖνιξ φησίν· Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή, κόμη δὲ τόξα, δήιοι δὲ κρητῆρες, ἵπποι δʼ ἄκρητος κἀλαλὴ μύρον χεῖτε. ἐν δὲ τῷ Παρασίτῳ Ἄλεξις περὶ πολυφάγου τινὸς διαλεγόμενός φησι· καλοῦσι δʼ αὐτὸν πάντες οἱ νεώτεροι Παράσιτον ὑποκόρισμα· τῷ δʼ οὐδὲν μέλει. δειπνεῖ δʼ ἄφωνος Τήλεφος, νεύων μόνον πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις αὐτὸν κεκληκὼς τὰ Σαμοθρᾴκιʼ εὔχεται λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ. χειμὼν μειρακίσκος ἐστὶ τοῖς φίλοις. Δίφιλος δʼ ἐν Ἡρακλεῖ περί τινος τῶν ὁμοίων διαλεγόμενος διέξεισιν· ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα ἤδη τʼ ἀκροθώρακʼ ὄντα καὶ θυμούμενον, τονδὶ δὲ ναστὸν Ἀστίωνος μείζονα ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα; διὸ καλῶς ἔλεγεν Βορυσθενίτης Βίων οὐ δεῖν ἀπὸ τῆς τραπέζης τὰς ἡδονὰς πορίζεσθαι, ἀλλʼ ἀπὸ τοῦ φρονεῖν. δʼ Εὐριπίδης φησί· φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα, ὡς τῆς ἀπὸ τῶν προσφορῶν τέρψεως περὶ τὸ στόμα μᾶλλον γινομένης. Αἰσχύλος τʼ ἐν Φινεῖ· καὶ ψευδόδειπνα πολλὰ μαργώσης γνάθου ἐρρυσίαζον στόματος ἐν πρώτῃ χαρᾷ. ἐν Σθενεβοίᾳ δʼ Εὐριπίδης περὶ εὐτελείας λέγων· βίος δὲ πορφυροῦς θαλάσσιος, οὐκ εὐτράπεζος, ἀλλʼ ἐπάκτιοι φάτναι. ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς θάλασσα· τήνδʼ ἀροῦμεν, ἐκ ταύτης βίος βρόχοισι καὶ πέδαισιν οἴκαδʼ ἔρχεται.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License